Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ἀλλὰ γὰρ τούτων οὕτως ἡμῖν ὡς ἐν τύπῳ καὶ ὁλο- σχερῶς ἐκκειμένων προληπτέον ὡς ἀπʼ αὐτῶν ὁρμηθέντες οἱ Χαλδαῖοι τὰς προαγορεύσεις ποιοῦνται τῶν ἀποτελε- σμάτων. διαφορὰ δὲ ἔστιν αὐτῶν, ἐπεὶ τὰ μὲν ἁπλούστερα καθειστήκει τὰ δὲ ἀκριβέστερα, καὶ ἁπλούστερα μὲν τὰ κατὰ ζῴδιον ἢ ἁπλῆν ἀστέρος δύναμιν γινόμενα, οἷον ὅτι ὅδε ὁ ἀστὴρ ἐν τῷδε τῷ ζῳδίῳ γενόμενος τοιούτους ποιεῖ, ἀκριβέστερα δὲ τὰ κατὰ συνδρομὴν καὶ,

ὡς αὐτοὶ λέγουσι, τὰ κατὰ σύγκρασιν πλειόνων, οἷον ῾ἐὰν ὅδε μὲν ὡροσκοπῇ ὅδε δὲ μεσουρανῇ ὅδε δὲ ἀντιμεσουρανῇ οἱ δὲ ἄλλοι οὕτως ἔχωσι, συμβήσεται τάδεʼ.

Ὁ μὲν οὗν χαρακτὴρ τῆς Χαλδαϊκῆς μεθόδου τοιοῦτος ἔοικεν εἶναι· ῥᾴδιον δʼ ἐστὶ λοιπὸν ἐπὶ παραδοθέντι τούτῳ συμπεριφέρεσθαι ταῖς κομιζομέναις ἀντιρρήσεσιν. καὶ δὴ ἔνιοι μὲν ἀγροικότερον πειρῶνται διδάσκειν ὡς οὐ πάν- τως συμπάσχει τοῖς οὐρανίοις τὰ ἐπίγεια·

οὐδὲ γὰρ οὕ- τως ἥνωται τὸ περιέχον ὡς τὸ ἀνθρώπινον σῶμα, ἵνα ὅν τρόπον τ κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπάσχει καὶ τοῖς ὑποκειμένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, ἀλλά τις ἔστι τούτων διαφορὰ καὶ ἀσυμπά- [*](§39 —40 Firm. Mat. II 22 || 43 ἔνιοι cf. e. g. Favorin. ap. Gell. n. A. XIV 1, 1—13) [*](1 ἐπὶ om. S1: del. Bekk.: restituit Nebe | τριῶν διάστημα μεταξὺ ἔχοντες S1 | διάλειμμα Nebe sec. Hippol. || 3 σχηματιζ. LVrS || 5 τὸ om. ?? || 7 ἐπὶ S ὑπὸ cett. || 14 γενόμενα S| ὅτι om. S || 17 κατὰ συγγραφὴν S || 17 et 18 ὧδε VC || 18 μὴ μεσουρανῇ pro ἀντιμεσουραν ELVr: idem, sed mg. add. ἀντι V C: μὴ ἀντι- μεσ. B || 26 συμπάσχει S: -σχη cett. )

149
θεια ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.

ἄλλοι δὲ καὶ τὸν περὶ εἱμαρμένης κινοῦσι λόγον· εἰ γὰρ μὴ πάντα γίνεται κατὰ εἱμαρμένην, οὐκ ἔστι Χαλδαϊκὴ ἡ τοῦτο ἀξιοῦσα [κατὰ εἱμαρμένην εἶναι]. οὐκ ὀλίγοι δὲ ἦσαν |οἱ κἀκεῖνο συνερωτῶντες·

ἐπεὶ τῶν γινομένων τὰ μὲν κατ᾿ ἀνάγκην γίνεται τὰ δὲ κατὰ τύχην τὰ δὲ παρʼ ἡμᾶς, πάντως οἱ Χαλδαῖοι, εἰ δυνατῆς ἐφίενται προρρή- σεως, ἤτοι ἐν τοῖς κατ᾿ ἀνάγκην ποιήσονται τὰς προαγο- ρεύσεις ἢ ἐν τοῖς κατὰ τύχην ἐκβαίνουσιν ἐν τοῖς παρʼ ἡμᾶς.

καὶ εἰ μὲν ἐν τοῖς κατ᾿ ἀνάγκην, ἀνωφελεῖς εἰσιν ἐν τῷ βίῳ· τὸ γὰρ κατ᾿ ἀνάγκην συμβαῖνον οὐκ ἔστιν ἐκκλῖναι, ἀλλʼ ἐάν τε θέλωμεν ἐάν τε μὴ θέλωμεν, ἐκ- βῆναι δεῖ τὸ τοιοῦτο. τότε δʼ ἄν χρειώδης ἐτύγχανεν ἡ πρόρρησις, εἰ πρὸς τὴν ἔκκλισιν αὐτοῦ τὴν ἀναφορὰν ἐλάμβανεν. εἰ δʼ ἐν τοῖς τυχηροῖς, ἀδύνατόν τι ἐπαγγέλ- λονται· ἄστατα γὰρ τὰ τυχηρῶς γινόμενα, τῶν δέ ἀστά- των καὶ ἄλλοτε ἄλλως ἐκβαινόντων οὐκ ἔστιν ἑστῶσαν ποιεῖσθαι τὴν προαγόρευσιν.

λείπεται οὖν ἐν τοῖς παρʼ ἡμᾶς γιγνομένοις αὐτοὺς ποιεῖσθαι τὰς προρρήσεις. ὅ πάλιν ἀμήχανον τὸ γὰρ ἐπʼ ἐμοὶ κείμενον ἐκβῆναι ἢ μή, καὶ τὸ μὴ ἔχον ἀρχῆθεν προκαταβεβλημένην αἰτίαν, οὐκ ἂν δύναιτό τις προλέγειν. οὐκ ἄρα δυνατῆς ἐφίενται προρ- ρήσεως οἱ Χαλδαῖοι.

Οἱ μὲν οὖν πλείους διὰ τοιούτων τινῶν ἀκροβολισμῶν πειρῶνται τὴν Χαλδαϊκὴν μέθοδον ἀναιρεῖν· ἡμεῖς δέ κατὰ τὸν ὅμοιον τῆς ἐπιχειρήσεως τρόπον τὰς ἀρχὰς καὶ ὥσπερ στοιχεῖα ταύτης κινήσαντες ἕξομεν 〈σὺν〉 αὐταῖς καὶ τὴν τῶν λοιπῶν θεωρημάτων σύστασιν ἠθετημένην.

[*](§ 46 in G hoc dia gr.: τὰ γινόμενα ἢ κατ᾿ ἢ τύχην ἢ ἐφʼ ἀνάγκην (τέχνην B) ἡμῖν)[*](3 οὐκ — 4 εἱμαρμένην om. S, homoeoteleuton, itaque Nebe verba κατὰ —εἶναι a Bekk. deleta restituere vult || 3 τὴν προ- αγόρευσιν S || 11 ἐν om. S || 17 ἄλλως τε VC | οὐκ ἔστιν A S1 Gen. Fabr.: οὐκ ἕνεστιν cett. || 19 αὐτοὺς om. S |τὴν προ- αγόρευσιν S || 24 τινῶν om. S || 26 τὸν ὁμόθεν Bury || 27 〈σὺν〉 add. Bury, Bekk. autem 28 〈συν〉 ηθετημένην dub. )
150

Ἀρχὴ τοίνυν καὶ ὥσπερ θεμέλιος τῆς Χαλδαϊκῆς ἐστι τὸ στῆναι τὸν ὡροσκόπον ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφο- ραὶ τά τε τρίγωνα καὶ τὰ τετράγωνα καὶ οἱ κατʼ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις.

ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατ᾿ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν ἐστιν ἢ δῦνον ἢ ἀντιμεσου- ρανοῦν γνώριμον· τούτων δὲ ἀκαταληπτουμένων συνα- φανίζεται πᾶσα ἡ Χαλδαϊκὴ μέθοδος.

ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔνεστι δι- δάσκειν. ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατει- λῆφθαι, δεύτερον δὲ τὸ διασημαῖνον ταύτην ὡροσκόπιον ἀπλανὲς ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου πρὸς ἀκρίβειαν συνῶφθαι.

ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζωδίου τετήρηται, καθάπερ διακόνῳ πρὸς τὴν τήρησιν τοῦ ὡροσκόπου χρη- σαμένων τῶν Χαλδαίων ἐπὶ δὲ τῇ ἀναφορᾷ ὁ συσχη- ματισμὸς τῶν ἄλλων ἀστέρων, ὅπερ διάθεμα καλοῦσι, καὶ ἐπὶ τῷ διαθέματι αἱ προαγορεύσεις.

οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσομεν, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. τοίνυν ἀσύστατός ἐστιν ἡ τῶν Χαλδαίων μέθοδος.

λέγωμεν δὴ περὶ τοῦ πρώτου πρῶτον.

[*](§ 50 Hippol. el. IV 3, 1 |||51 ═ ad § 55 sq. in codd. hoc diagr.: ibid. 2 || 52 ═ ibid. 3 || 53—54 ═ ibid. 4 || 55 ═ ibid. 5 | cf. Ptol. ap. III 2 Favorin. ap. Gell. n. A. XIV 1, 19)[*](2 στῆναι G et Hippolyti cod.; στῆσαι ci. Bekk.: restit Nebe 3 αἱ S1 et coniecerat Bekk.: om. cett. || 7 τὸ om. S: τοῦ L | ἔσται S1 || 10 ἐστὶν αὐτοῖς S || 11 μὲν om. S1 ||12.21. et p. 151, 1 σκέψιν ?? ||12 βεβαίως om. S1 || 18 σχη- ματισμὸς S, recepit Nebe cum Hippol. || 21 ὑπὸ Hippolyt. Bekk.: ἐπὶ G || 25 λέγομεν EL?? δὲ B edd. )
151

Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων ἀρχαϊκώτερον ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τὴς ἐκτέξεως. ἀλλʼ ἀπὸ μὲν τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως οὐκ ἄν εἴποιεν· ἀκατάληπτος γάρ ἐστιν ὁ ἀκριβὴς ταύτης χρόνος.

καὶ εἰκότως οὐ γὰρ ἔχομεν λέγειν εἴτε ἅμα τῇ θέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὧσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ (τοῦτο γὰρ εὐθὺς κολλᾶται),

δύναται δὲ καὶ μετὰ χρόνον, ἐπείπερ καὶ τὰ εἰς τὴν γῆν καταβαλλόμενα τῶν σπερμά- των οὐκ εὐθὺς ῥιζοβολοῦντα συμπλέκεται ταῖς ὑποκειμέ- ναις βώλοις. καὶ διαστήματος δὲ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατρῶν παῖδες, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα |τοῦτο ἀνύειν πέφυκεν ἡ καταβαλλομένη τοῦ σπέρματος φύσις.

οἱ δὲ τούτου ἀγνοοῦντες τὴν ποσό- τητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς, Χαλδαῖοι τὴν σύλληφιν οὐδέποτε καταλήψονται. τοῦ 〈γὰρ〉 σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτον τος ὑφʼ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπἰπτοντος, ὑπʼ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου, τῶν ἀγνώ- στων ὑπάρχει τὸ πότε γίγνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκό- μενος χρόνος καὶ πόσος ὁ εἰς ταύτην.

ἀγνοουμένων δὲ τούτων οἴχεται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατά- [*](§ 56—57 ═ Hippol. el. IV 3, 7 || 58 ═ibid. IV 3,8 || 59 ═ ibid. ) [*](1 ἐπὶ τὴν S σκέψιν ?? || 2 ἤτοι ἀοχ. trp. Harder || 3 λαμβάνου- σιν — 4 συλλήψεως om. S || 5 λάβοιεν· ἄληπτος ci. Nebe sec. Hippol. || 8 μὲν om. LVrS1 || 9 στέας ELVr cod. editionis Gen. in marg. || 11 τὴν om. S1 || 12 τοῖς ὑποκειμένοις S || 14 μέχρι καὶ τοῦ S || 16 ἀνύειν Nebe sec. Hippolyt.: ποιεῖν G edd. || 17 οἱ ϚS: εἰ ELVr cod. Gen. in marg. |τούτου ci. Bekk.: τοῦτο G || 19 γὰρ add. Nebe Bury sec. Herv. | ποτὲ S || 22 ὑπʼ S1: ἐπʼ cett. || 23 μὴ post συνάγεσθαι Gen. Herv. || 24 ὑπάρχει conieci: ὑπάρχον S1: om. cett. || 25 ἐστὶν pro τε S )

152
ληψις. εἴπερ τε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψό- μενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, αὐτόθεν οὐκ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν.

καὶ μὴν ὥσπερ κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος ἐν ταῖς τῶν μερῶν ἐνεργείαις διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες, οὕτως εἰκὸς αὐτὰς καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν διαφέρειν, τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βρά- διον. καὶ οὐ παράδοξον, ὅτε καὶ 〈αὐταὶ〉 ἑαυταῖς συγκρι- νόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδα- μῶς.