Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οὐκ ἄρα ῥητορικῆς 〈τέλος〉 ἐστι τὸ τοὺς ἐνόντας καὶ δυνατοὺς εὑρίσκειν λόγους, ἥ τε ῥητορικὴ οὐ- δὲν ἄλλο ἐστὶν τὸ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους. ὅθεν ὁ τοῦτο λέγων τέλος δυνάμει τὴν ῥητορικὴν τέλος εἶναι λέγει τῆς ῥητορικῆς.

οὖ τε χάριν ἅπαντά φησι πράσσειν ὁ ῥήτωρ, ἐκεῖνο ἂν τέλος εἴη οὐχὶ δέ γε χάριν τῶν ἐνδεχομένων [*](§ 79 cf. Quintil. inst. or. II 15, 3 sqq-) [*](1 μὴ delevi monente We. || 5 〈παρ᾿ 〉 Ἀθηναίοις dub. Bekk. || 8 αὐτοῦ sive αὑτοῦ ?? || 9 αὑτοῖς ELABC || 18 θέλωσιν ?? || 25 οὔτε V C || 26 〈 〉 Theiler || 28 τὸ om. ?? ante ὅθεν lac. susp. Harder, ego malim 27 ante ἥ || 30 ἦ τε χάριν L || 31 ἐκεῖνο -- p. 101, 1 ῥήτωρ om. L, al. man. in marg. suppl. | γε om. LVr )

101
ἐπιχειρήσεων πάντα πράσσει ὁ ῥήτωρ, ἀλλὰ τοῦ μετὰ τὰς ἐπιχειρήσεις ἐπακολουθοῦντος τοίνυν οὐκ ἂν εἴη τέλος ἐκεῖνο.

καὶ μὴν οὗπερ δεῖται τέλους τυχεῖν ὁ ῥήτωρ, τούτου καὶ ὁ μισθωσάμενος αὐτὸν ἰδιώτης· τοῦ δέ γε τοὺς ἐνδεχομένους εὑρεῖν λόγους οὐ σπεύδει τυχεῖν ὁ ἰδιώτης, ἀλλʼ ἑτέρου τινός· ἐκεῖνο ἄρα τέλος γενήσε- ται, καὶ οὐ τὸ τούς ἐνδεχομένους λόγους εὑρεῖν.

καὶ μὴν οὐδὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν πραγ- μάτων οἵαν οἱ λέγοντες θέλουσιν τοῦτο γὰρ οὐ δι- ήνεγκε τοῦ [μὴ ] πείθειν, ἐπείπερ ὁ πεπεικὼς δόξαν ἐμπε- ποίηκε τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οὗτος θέλει. ἐδείξαμεν (§ 60— 71) δὲ ἡμεῖς ὅτι οὔκ ἐστι τῆς ῥητορικῆς τέλος τὸ πείθειν, ὥστε οὐδὲ τὸ δόξαν ἐμποιεῖν. ἀλλὰ μὴν οὐδὲ τὸ συμφέρον,

ὡς ἠξιώκασί τινες ὅ τι γὰρ τοῦ μέρους ἐστὶ τέλος, τοῦτο οὐκ ἂν εἴη τοῦ ὅλου τέλος μέρους δέ γε τῆς ῥητορικῆς τοῦ συμβουλευτικοῦ τέλος λέ- γουσιν οἱ ῥήτορες εἶναι τὸ συμφέρον· οὐκ ἄρα τῆς ὅλης ῥητορικῆς ἐστι τέλος. ὅπερ τε πάσης τέχνης ἐστὶ τέλος κοινῶς, τοῦτο οὐκ ἂν εἴη τῆς ῥητορικῆς μόνης· τὸ συμ- φέρον δε γε πάσης τέχνης ἐν τῷ βίῳ τέλος ἐστίν οὐκ ἄρα τῆς ῥητορικῆς ἰδιαίτερον καθέστηκεν.

λείπεται οὖν τὸ νικᾶν αὐτῆς εἶναι τέλος. ὃ πάλιν ἀδύνατόν ἐστιν. ὁ γὰρ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ γραμματικὴν τέλους οὐκ ἂν εἴη γραμματικός, καὶ ὁ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ μουσικὴν τέλους οὐκ ἄν εἴη μουσικός. τοίνυν καὶ ὁ μὴ τυγχάνων πολλάκις τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν εἴη ῥήτωρ.

ὁ δέ γε ῥήτωρ πλειονάκις νικᾷ νικᾶται, καὶ τοσούτῳ πλεῖον ὅσῳ δυναμικώτερός ἐστι, τῶν τὰ ἄδικα ἐχόντων πράγματα ἐπʼ αὐτὸν συντρεχόντων. οὐκ ἄρα ῥήτωρ ἐστὶν ὁ ῥήτωρ. ὅ τε μὴ τυχὼν τοῦ κατὰ [*](§ 85 cf. e. g. Philod. rhet. ed. Sudhaus ΙΙ p. 107 fr. 15, 10 sqq.) [*](3 ἔχειν ED || 7 οὐ τοῦ τοὺς ?? 10 μὴ del. Bekk. sec. Herv. 21 δʼ οὖν ?? || 22 τέλος εἶναι A || 27 πλε ον μᾶλλον ὧ G: corr. Bekk. sec. Herv, || 28 τοσοῦτον πλείω L: τοσούτῳ μάλλον dub. Bekk.: τοσ. πλειονάκις Bury || 29 τῶν δὲ ἄδικα A. )

102
ῥητορικὴν τέλους οὐκ ἂν ἐπαινοῖτο, ῥήτορα δὲ ἐνίοτε νικη- θέντα ἐπαινοῦμεν· οὐκ ἄρα ῥητορικῆς τέλος ἐστὶ τὸ νικᾶν.

Ὥστε εἰ μήτε ὕλην ἔχει ἡ ῥητορικὴ περὶ ἣν τεχνι- τεύει, μήτε τέλος ἐφʼ ὓ ἀνάγεταμι, οὐκ ἂν ὑπάρχοι ἡ ῥη- τορική. οὔτε δέ ὕλην ἔχει οὔτε τέλος, καθὼς παρεστή- σαμεν οὐκ ἄρα ὑπάρχει ἡ ῥητορική.

Ἐναπορήσειε δʼ ἄν τις αὐτοῖς καὶ ἀπὸ τῶν μερῶν αὐ- τῆς. μέρη δὲ λέγουσι ῥητορικῆς τὸ δικανικόν τε καὶ συμ- βουλευτικὸν καὶ ἐγκωμιαστικόν, τούτων δὲ τσῦ μὲν δι- κανικοῦ τέλος εἶναι τὸ δίκαιον, τοῦ δέ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ καλόν. ὅπερ εὐ- θέως ἄπορόν ἐστιν.

εἴπερ γὰρ ἄλλο τι καθέστηκεν ἡ δι- κανικὴ ὑπόθεσις καὶ ἄλλο τι ἡ συμβουλευτικὴ καὶ οὐ ταὐτὸν τῇ ἐγκωμιαστικῇ, πάντως τὸ τέλος τῆς δικανικῆς οὐκ ἂν εἴη καὶ τῆς συμβουλευτικῆς τέλος, καὶ τὸ ταύτης οὐκ ἔσται τῆς ἐγκωμιαστικῆς, καὶ ἐναλλάξ. ἐπεὶ οὖν τῆς συμβουλευτικῆς τέλος ἐστὶ τὸ συμφέρον, οὐκ ἂν εἴη τοῦτο τῆς δικανικῆς τέλος. ἦν δέ γε τῆς δικανικῆς τέλος τὸ δί- καμιον· οὐκ ἄρα τὸ δίκαιόν ἐστι συμφέρον.

καὶ πάλιν, ἐπεὶ ὡς τὰ μέρη ταῦτα διαφέρει ἀλλήλων, οὕτω καὶ τὰ τέλη διοίσει, παρόσον τῆς ἐγκωμιαστικῆς τέλος ἐστὶ τὸ καλὸν 〈τῆς δὲ δικανικῆς τὸ δίκαιον, οὐκ ἔσται δίκαιον τὸ καλὸν 〉 μὲν εἶναι καὶ τὸ δίκαιον καλόν ὅπερ ἄτοπον.

καὶ μὴν εἰ τῆς ὅλης ῥητορικῆς τέλος ἐστὶ τὸ πεί- θειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτι- κοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδέ τὸ συμφέρον, οὐδέ τὸ καλόν ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορι- κὴν ἐφίεσθαι τοῦ πείθειν.

Ἄλλως τε ἐπὶ τοῦ δικανικοῦ ἤτοι διὰ δικαίων μόνον λόγων ἕλξει τοὺς δικαστὰς ἐπὶ τὸ τέλος ἡ ῥητορικὴ 〈 διὰ τῶν ἀδίκων μόνον〉 ἢ διὰ τῶν δικαίων ἅμα καὶ ἀδί- κων. ἀλλʼ εἰ μὲν διὰ τῶν δικαίων μόνον, ἀρετὴ γενήσεται· [*](2 ἐπαινεῖτο L || 4 ὑπάρχ E: —χει D || 11 τὸ δέ ἐγκ. L 17 ἐστὶ om. LVr || 21 πλήροσον LVr || 22.23 suppl. Harder; aliter Bekk. sec. Hcrv. || 30 δικικοῦ LVr || 31 32 〈ἤ — μόνον 〉 supplevi )

103
οὐχὶ δέ γε ἀρετή ἐστιν ἡ στοχαζομένη τῆς ὀχλικῆς πει- θοῦς, ἐν ᾖ πολὺ τὸ εἰκαῖον καὶ ἐξαπατητικόν οὐκ ἄρα διὰ τῶν δικαίων μόνον ἐπὶ τὸ τέλος ἄγειν πέφυκε τοὺς ἀκούοντας.

εἶτα οὐδέ συστήσεται ἐξ ἐναντίας λόγος ἀεί ποτε τὸ δίκαιον ταύτης μεταδιωκούσης, τοῦ δʼ ἐναντίου μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδέ ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδέ τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐν- αντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα διʼ ἀμφοτέρων αὐτὴν βαδίζειν· ὃ πολλῷ τῶν προτέρων ἐστὶν ἀτοπώτερον ἔσται γὰρ ἄμα ἀρετὴ καὶ κακία, ὃ τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον.

Πρός γε μὴν τοῖς εἰρημένοις, εἶπερ ὑποδεῖξαι τὸ δί- κμιον τοῖς δικασταῖς ἐν τῷ δικανικῷ μέρει τῆς ῥητορικῆς ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμιγισβητήσι- μον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν ἐπὶ τούτου γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου καθεστῶτος. λείπεται οὖν τὸ ἀμφισβητήσιμον.

ὃ πάλιν ἐστὶν ἄπορον· τοσοῦτον γὰρ ἀπέχουσιν οἱ εἰς τοὐναντίον ἐπιχειροῦντες τὴν ἀμφισβήτησιν λύειν ὡς καὶ ἐκ τῶν ἐν- αντίων αὐτὴν ἐπισφίγγειν, ἐπιθολοῦντες τὴν τῶν δικα- στῶν γνώμην. καὶ τούτου πίστις ἡ περὶ Κόρακος φερο- μένη παρὰ τοῖς πολλοῖς ἱστορία.

νεανίας γὰρ πόθῳ ῥη- τορικῆς κατασχεθεῖς προσῆλθεν αὐτῷ τὸν ὁρισθησόμενον ὑπʼ αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώ- την νικήσῃ δίκην. συμφψωνίας δὲ γενομένης, καὶ τοῦ μει- ρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει τὸν μισθόν, ὁ δ ·ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν [*](§ 96 ἡ περὶ Κόρακος φερομένη ἱστορία: eadem fabula de Prota- gora narratur a Diog. Laert. IX 56) [*](4 ὁ δὲ pro οὐδὲ LVr et exemplar Chouetorun in marg. | λό- γους ?? ex contrariis orationibus Herv. || 8 ἄδικος Bekk.: –κα G 16 ἐστὶ φαινόμενον ?? )

104
Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νι- κήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δέ κατὰ τὸν τῆς συμφω- νίας λόγον· ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νι- κήσας ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν.

θορυβησάντων δὲ τῶν δικαστῶν ὡς δίκαια λέγοντος αὐτοῦ, παραλαβὼν τοὺς λόγους ὁ νεανίας τῷ αὐτῷ ἐπιχειρήματι, μηδὲν μεταθείς, ἐχρῆτο ῾ἐάν τε ʼ γὰρ ῾νικήσωʼ φησὶν ῾ἐάν τε νικηθῶ, οὐκ ὀφείλω τὸν μισθὸν ἀποδοῦναι Κόρακι, νική- σας μὲν ὅτι ἐνίκησα, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον ὑπεσχόμην γὰρ ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσω δίκην, λειφθεὶς δὲ οὐκ ἀποδώσω.’

εἰς ἐποχὴν δὴ καὶ ἀπορίαν ἐλθόντες οἱ δικασταὶ διὰ τὴν ἰσο- σθένειαν τῶν ῥητορικῶν λόγων ἀμφοτέρους ἐξέβαλον τοῦ δικαστηρίου, ἐπιφωνήσαντες τὸ ῾ἐκ κακοῦ κόρακος κακὸν ᾧόν.ʼ

Οἴος δέ ἐστιν ὁ περὶ τοῦ δικανικοῦ μέρους λόγος, τοιοῦτος γένοιτʼ ἂν καὶ ὁ περὶ τοῦ συμβουλευτικοῦ, ἵναι μὴ μαρηγορῶμεν. τὸ μέν γὰρ ἐγκωμιαστικόν, σὺν τῷ ταῖς αὐταῖς ἀπορίαις ὑπάγεσθαι, ἔτι καὶ ἀμέθοδόν ἐστιν.