Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ γὰρ αἱρετόν ἐστι κατὰ τὸν ἴδιον λόγον τὸ αἱρεῖσθαι, οὐκ ὀφείλομεν σπουδάζειν τυχεῖν οὗπερ αἱρούμεθα, ἵνα μὴ ἐκπέσωμεν τοῦ ἔτι αἱρεῖσθαι. ὥσπερ γὰρ #x003C; . . . . . . #x003E; τὸ πίνειν ἢ ἐσθίειν, ἴνα μὴ πιόντες ἢ φαγόντες ἐκπέσωμεν τοῦ ἔτι θέλειν τὸ πίνειν ἢ ἐσθίειν, οὕτως εἰ τὸ αἱρεῖσθαι πλοῦτον ἢ ὑγείαν αἱρετόν ἐστιν, οὐκ ἐχρῆν ἡμᾶς διώκειν τὸν πλοῦτον ἢ τὴν ἡγείαν, ἴνα μὴ τυχόντες αὐτῶν ἐκπέσωμεν τοῦ ἔτι αἱρεῖσθαι.

διώκομεν δέ γε τὴν τεῦξιν αὐτῶν· οὐκ ἄρα αἱρετόν ἐστι τὸ αἱρεῖσθαι, φευκτὸν δὲ μᾶλλον. καὶ ὃν τρόπον ὁ ἐρῶν σπεύδει τυχεῖν τῆς ἐρωμένης, ἴνα φύγῃ τὴν ἐν τῷ ἐρᾶν ὄχλησιν, καὶ ὧς ὁ διψῶν ἐπείγεται πιεῖν, ἵνα φύγῃ τὴν ἐν τῷ διψῆν βάσανον, ὧδε καὶ ὁ ἐν τῷ αἱρεῖσθαι πλοῦτον ὀχλούμενος κατὰ τὸ αἱρεῖσθαι ἐπεί- [*](79—84 ~ Hyp. ΙΙΙ 183—184.) [*](28/29 οὐκ ἔστι scr.: οὐδὲν N: οὐκ ἐν LEg: οὐκ ἦν Fabr. 6 ὧς αἱρετόν del. Heintz 9 ἤτοι add. Bekk. 14 lacunam stat. Bekk., qui dubit. coni. ἐμβραδύνομεν τῷ vel ἀναβαλλόμεθα τὸ vel φεύγομεν τὸ: plura exciderunt. cf. p. 164, 19 sqq. εἰ ἀγαθὸν ἦν τὸ ἀντιποιεῖσθαι ποτοῦ ἢ βρώσεως, οὐκ ἂν ἐζητοῦμεν e. g. Riistow) 23 διψᾶν N 24 κατὰ τὸ αἱρεῖσθαι ut giossema del. Heintz)

γεται τυχεῖν πλούτου, ἵνα ἀπαλλαγῇ τοῦ ἔτι αἱρεῖσθαι.

εἰ δ᾿ ἕτερόν τί ἐστι τὸ αἱρετὸν παρ᾿ αὐτὸ τὸ αἱρεῖσθαι, ἤτοι τῶν κεχωρισμένων ἐστὶν ἡμῶν ἢ τῶν περὶ ἡμᾶς. καὶ εἰ μὲν κεχώρισται ἡμῶν καὶ ἐκτός ἐστιν, ἤτοι συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ ἤ οὐδὲν συμβαίνει· οἷον ἀπὸ τοῦ φίλου ἢ τοῦ σπουδαίου ἀνθρώπου ἢ τέκνου ἢ ἄλλου τινὸς τῶν ἐκτὸς εἶναι λεγομένων ἀγαθῶν ἢ συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ <ἀστεῖον> κίνημα καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος, ἢ οὐδὲν συμβαίνει τοιοῦτον οὐδέ ἐσμεν ἐν διαφόρῳ κινήματι, ὅτε αἱρετὸν ἡγούμεθα τὸν φίλον ἢ τὸ τέκνον.

καὶ εἰ μὲν οὐδὲν ἀπαξαπλῶς γίνεταί τι τοιοῦτον περὶ ἡμᾶς, οὐδ᾿ ὅλως ἔσται τὸ ἐκτὸς αἱρετὸν ἡμῖν. πῶς γάρ, πρὸς ὃ ἀκινήτως διακείμεθα, τούτου οἷόν τε αἵρεσιν ποιεῖσθαι ἡμᾶς;

καὶ γὰρ ἄλλως· εἴπερ τὸ μὲν χαρτὸν νενόηται ἐκ τοῦ χαίρειν ἡμᾶς ἀπ᾿ αὐτοῦ, τὸ δὲ λυπηρὸν ἐκ τοῦ λυπεῖσθαι, τὸ δὲ ἀγαθὸν ἐκ τοῦ ἄγασθαι, ἀκολουθήσει, ἐξ οὗ μήτε χαρά τις ἡμῖν ἐγγίνεται μήτε ἀγαστὴ διάθεσις μήτε ἀσμενιστόν τι κίνημα, ἐκ τούτου μηδὲ αἵρεσίν τινα ἐμφύεσθαι.

εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτός, οἷον τοῦ φίλου ἢ τοῦ τέκνου, προσηνὲς κατάστημα καὶ ἀσμενιστὸν πάθος, ἔσται οὐ δι᾿ αὐτὸν αἱρετὸς ὁ φίλος ἢ τὸ τέκνον, διὰ δὲ τὸ προσηνὲς τοῦτο κατάστημα καὶ ἀσμενιστὸν πάθος. ἀλλ᾿ ἦν γε τὸ τοιοῦτο κατάστημα οὐκ ἐκτός, ἀλλὰ περὶ ἡμᾶς. οὐδὲν ἄρα τῶν ἐκτὸς δι᾿ αὑτὸ αἱρετόν ἐστιν ἢ ἀγαθόν.

καὶ μὴν οὐδὲ τῶν περὶ ἡμᾶς ἐστι τὸ αἱρετὸν καὶ ἀγαθόν. ἤτοι γὰρ σωματικόν ἐστι τοῦτο μόνον ἢ ψυχικόν. ἀλλὰ σωματικὸν μὲν μόνον οὐκ ἂν εἴη· εἰ γὰρ σωματικὸν μόνον ὑποκέοιτο, οὐκέτι δὲ καὶ ψυχικὸν πάθος, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν (ψυχῆς γάρ ἐστι πᾶσα γνῶσις) καὶ ἴσον ἔσται τοῖς ἐκτὸς ὑποκειμένοις καὶ μηδεμίαν ἔχουσι πρὸς [*](87—89 ~ Hyp. III 185—186.) [*](32 ἀστεῖον add. Bekk. coll. p. 164, 29 1 ἀγαστὸν N (cf. p. 164, 29): ἀγαθὸν LEg 4 οὐδ’ Bekk.: οὐθ’ G 5 ἀκινήτως N: κινητῶς LEς 9 ἄγασθαι Gen.: ἀγᾶσθαι LEς: ἄγεσθαι N 14 αἱρετὸς ς: αἱρετὸν NLE)

ἡμᾶς συμπάθειαν.

εἰ δὲ διατείνουσαν ἔχοι τὴν εὐαρέστησιν εἰς ψυχήν, ἔσται κατ’ αὐτὴν αἱρετὸν καὶ ἀγαθόν, ἀλλ’ οὐ καθὸ ψιλῶς σωματικόν ἐστι κίνημα. πᾶν γὰρ αἱρετὸν κατὰ αἴσθησιν ἢ νόησιν κρίνεται, οὐ κατ’ ἄλογον σῶμα. ἀλλ’ ἦγε τὸ αἱρετὸν λαμβάνουσα αἴσθησις ἢ διάνοια ψυχή ἐστι κατὰ τὸν ἴδιον λόγον· οὐδὲν ἄρα τῶν περὶ σῶμα συμβαινόντων δι’ αὐτὸ αἱρετόν ἐστι καὶ ἀγαθόν, ἀλλ’ εἰ ἄρα, τῶν περὶ ψυχήν,

ὃ πάλιν εἰς τὴν ἀρχῆθεν κυλίεται ἀπορίαν. τῆς γὰρ ἑκάστου διανοίας ἀσυμφώνους ἐχούσης τἀς κρίσεις πρὸς τὴν τοῦ πέλας, ἀνάγκη ἕκαστον τὸ φαινόμενον αὑτῷ ἀγαθὸν ἡγεῖσθαι. οὐκ ἦν δὲ τὸ ἑκάστῳ φαινόμενον ἀγαθὸν φύσει ἀγαθόν. οὐδὲ ταύτῃ τοίνυν τί ἐστιν ἀγαθόν.

῾Ο δ’ αὐτὸς λόγος καὶ περὶ κακοῦ. δυνάμει γὰρ συναποδέδοται τῇ περὶ τοῦ ἀγαθοῦ ζητήσει, πρῶτον μέν, ὅτι [ἐπεὶ] τοῦ ἑτέρου ἀναιρουμένου συναναιρεῖται καὶ τὸ ἕτερον ἑκά- τερον γὰρ κατὰ τὴν ὧς πρὸς τὸ ἕτερον σχέσιν νενόηται)· εἶτα ἐπεὶ καὶ προηγουμένως ἔνεστι τὸ τοιοῦτον #x003C; . . . . . #x003E;, πάλιν ἐπὶ ἑνὸς ὑποδείγματος καταστήσασθαι τὸν λόγον, καθάπερ τῆς ἀφροσύνης, ἣν μόνην φασὶν εἶναι κακὸν οἱ ἀπὸ τῆς Στοᾶς (fr. III 79 Arn.).

ε.ἰ γὰρ φύσει κακόν ἐστιν ἡ ἀφροσύνη, δεήσει, ὃν τρόπον τὸ θερμὸν γνωρίζεται, ὅτι θερμόν ἐστι φύσει ἐκ τοῦ τοὺς προσπελάσαντας αὐτῷ θερμαίνεσθαι, καὶ τὸ ψυχρὸν ἐκ τοῦ ψύχεσθαι, οὕτω καὶ τὴν ἀφροσύνην φύσει κακὸν ὑπάρχουσαν γνωρίζεσθαι ἐκ τοῦ κακοῦσθαι. ἤτοι οὖν οἱ λεγόμενοι ἄφρονες κακοῦνται ὑπὸ τῆς ἀφροσύνης ἢ οἱ φρόνιμοι.

ἀλλ’ οἱ μὲν φρόνιμοι οὐ κακοῦνται· ἐκτὸς γάρ εἰσι τῆς ἀφροσύνης, ὑπὸ δὲ τοῦ μὴ παρόντος αὐτοῖς κακοῦ ἀλλὰ κεχωρισμένου οὐκ ἂν κακωθεῖεν. εἰ δὲ τοὺς ἄφρονας κακοῖ ἡ ἀφροσύνη, ἤτοι πρόδηλος αὐτοῖς οὖσα [*](24 ἔχοι N (cf. V. 21): ἔχει ς 26 ἐστι σωματικὸν N 29 ψυχή NLE: ψυχῆς ς 30 αὐτοῦ N 5 συναποδέδοται scr. coll. p. 5, 6 : ἀποδέδοται Gr 6 πρῶτον μὲν ὅτι del. Heintz ἐπεὶ delevi 9 εἶτα del. Heintz lac. indicavi, fort. suppl. τοιοῦτον <παριστᾶν, πειρασόμεθα. ἴν’ ἀποδειχθῇ τοῦτο,> πάλιν vel similia (post 8 νενόηται lac. stat. Riistow) 17 ἀπὸ N et codex Savilianus 21 πρόδηλος NLE: πρό ς)

κακοῖ αὐτοὺς ἢ ἄδηλος.

καὶ ἄδηλος μὲν οὐδαμῶς· εἰ γὰρ ἄδηλός ἐστιν αὐτοῖς, οὔτε κακὸν οὔτε φευκτόν ἐστιν αὐτοῖς, τοῖς, ἀλλ᾿ ὡς τὴν μὴ φαινομένην λύπην καὶ ἀνεπαίσθητον ἀλγηδόνα οὔτε φεύγει τις οὔτε ταράσσεται, ὧδε καὶ τὴν ἀνυπόπτωτον ἀφροσύνην καὶ τὴν ἀδηλουμένην οὐδεὶς ὡς κακὸν περιστήσεται.

εἰ δὲ προδήλως αὐτοῖς γινώσκεται καὶ ἔστι φύσει κακόν, ὤφειλον οἱ ἄφρονες φεύγειν αὐτὴν ὡς φύσει κακόν οὐχὶ δέ γε οἱ ἄφρονες τὸ λεγόμενον ὑπὸ τῶν ἐκτὸς ἀφραίνειν ὧς πρόδηλον κακὸν φεύγουσιν, ἀλλ᾿ ἕκαστος τὴν μὲν ἰδίαν κρίσιν ἀποδέχεται, τὴν δὲ τοῦ τὸ ἐναντίον δοξάζοντος κακίζει.

ὥστ᾿ οὐδὲ πρόδηλός ἐστι τοῖς ἄφροσιν ὡς φύσει κακὸν ἡ ἀφροσύνη. ὅθεν εἴπερ οὔτε οἱ φρόνιμοι κακοῦνταί τι πρὸς τῆς ἀφροσύνης οὔτε τοῖς ἄφροσι φευκτόν ἐστιν ἡ ἀφροσύνη, ῥητέον μὴ εἶναι φύσει κακὸν τὴν ἀφροσύνην. εἰ δὲ μὴ ταύτην, οὐδ᾿ ἄλλο τι τῶν λεγομένων κακῶν.

Ἀλλ᾿ εἰώθασί τινες τῶν ἀπὸ τῆς Ἐπικούρου (fr. 398 Us.) αἱρέσεως πρὸς τἀς τοιαύτας ἀπορίας ὑπαντῶντες λέγειν, ὅτι φυσικῶς καὶ ἀδιδάκτως τὸ ζῷον φεύγει μὲν τὴν ἀλγηδόνα, διώκει δὲ τὴν ἡδονήν· γεννηθὲν γοῦν καὶ μηδέπω τοῖς κατὰ δόξαν δουλεῦον ἅμα τῷ ῥαπισθῆναι ἀσυνήθει ἀέρος ψύξει ἔκλαυσέ τε καὶ ἐκώκυσεν. εἰ δὲ φυσικῶς ὁρμᾷ μὲν πρὸς ἡδονήν, ἐκκλίνει δὲ τὸν πόνον, φύσει φευκτόν τί ἐστιν αὐτῷ ὁ πόνος καὶ αἱρετὸν ἡ ἡδονή.

οὐ συνεῖδον δὲ οἱ ταῦτα λέγοντες τὸ μὲν πρῶτον, ὅτι καὶ τοῖς ἀτιμοτάτοις ζῴοις μεταδιδόασι τἀγαθοῦ (πολλὴ γὰρ μετουσία κἀκείνοις ἐστὶν ἡδονῆς), εἶθ᾿ ὅτι οὐδὲ τὸ καθάπαξ φευκτόν ἐστιν ὁ πόνος· καὶ γὰρ πόνῳ πραύνεται πόνος, καὶ ὑγεία, ἔτι δὲ ῥῶσις καὶ θρέψις γίνεται σωμάτων [*](96—98 ~ Hyp. III 194—196.) [*](22 οὔτε — οὔτε scr.: οὐδὲ — οὐδὲ G 25 οὔτε φεύγει N: οὔτ᾿ ἐκφεύγει LEς οὔτε Gen.: οὐδὲ G 26 ἀνύποπτον ς τὴν alt. fort. delenduni 32 τὸ om. N κακίζει Bekk.: κακίζεται G 10/11 ῥιπισθῆναι Usener 13 τί G: τε Bekk. αὐτῶ ἐστιν N 18 πόνος G: πως Fabr. : πένθος Heintz: πόνος καὶ om. Hervetus <καὶ> ῥῶσις N γίνεται om. ς)

διὰ πόνων, τέχνας τε καὶ ἐπιστήμας τἀς ἀκριβεστάτας ἀναλαμβάνουσιν ἄνδρες οὐ χωρὶς πόνου, ὥστ’ οὐ πάντως φύσει φευκτὸν ὁ πόνος.

καὶ μὴν οὐδὲ τὸ δοκοῦν ἡδὺ φύσει πάντως αἱρετόν· πολλάκις γοῦν τὰ κατὰ τὴν πρώτην ἐμπέλασιν ἡστικῶς ἡμᾶς διατιθέντα, ταῦτα ἐκ δευτέρου, καίπερ ὄντα τὰ αὐτά, ἀηδῆ νομίζεται, ὡς ἂν τοῦ ἡδέος οὐ φύσει ὄντος τοιούτου, ἀλλὰ παρὰ τἀς διαφόρους περιστάσεις ὁτὲ μὲν οὕτως, ὁτὲ δ’ ἐκείνως κινοῦντος ἡμᾶς.

Ναί, ἀλλὰ καὶ οἱ μόνον τὸ καλὸν ἀγαθὸν δοξάζοντες (Stoic.fr. III 99 Arn.) δείκνυσθαι νομίζουσιν, ὅτι φύσει τοῦτο αἱρετόν ἐστι καὶ ἀπὸ τῶν ἀλόγων ζῴων. ὁρῶμεν γάρ, φασίν, ὥς τινα γενναῖα ζῷα, καθάπερ ταῦροι καὶ ἀλεκτρυόνες, καίπερ μηδεμιᾶς αὐτοῖς ὑποκειμένης τέρψεως καὶ ἡδονῆς διαγωνίζεται μέχρι θανάτου.

καὶ τῶν ἀνθρώπων δὲ οἱ ὑπὲρ πατρίδος ἢ γονέων ἢ τέκνων εἰς ἀναίρεσιν ἑαυτοὺς ἐπιδιδόντες οὐκ ἄν ποτε τοῦτ’ ἐποίουν, μηδεμιᾶς αὐτοῖς ἐλπιζομένης μετὰ θάνατον ἡδονῆς, εἰ μὴ φυσικῶς τὸ καλὸν καὶ ἀγαθὸν τούτους τε καὶ πᾶν τὸ γενναῖον ἀεὶ ζῷον ἐπεσπᾶτο πρὸς τὴν αὐτοῦ αἵρεσιν.