Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

καὶ ὧς τὸ μὲν ὑγιάζειν κοινόν ἐστι τοῦ τε ἰατροῦ καὶ τοῦ ἰδιώτου, τὸ δὲ ἰατρικῶς ὑγιάζειν τοῦ τεχνίτου ἴδιον, ὧδε καὶ τὸ μὲν τιμᾶν τοὺς γονεῖς κοινὸν τοῦ τε σπουδαίου καὶ μὴ σπουδαίου, τὸ δὲ ἀπὸ φρονήσεως τιμᾶν τοὺς γονεῖς ἴδιον τοῦ σοφοῦ, ὥστε καὶ τέχνην αὐτὸν ἔχειν περὶ τὸν βίον, ἧς ἴδιόν ἐστιν ἔργον τὸ ἕκαστον τῶν πραττομένων ἀπὸ ἀρίστης διαθέσεως πράττειν.

ἐοίκασι δ’ οἱ ταύτῃ χρώμενοι τῇ ὑπαντήσει ἐθελοκωφεῖν καὶ πάντα μᾶλ- [*](19 τῆς — ἔργον N (similia olim suppleverat Fabr.): om. LEς 24 τεχνικὸν del. Fabr. 25 κοινὸν Hervetus: ὂν G 4 τοῦθ’ ὑπαντῶντες Fabr.: τοὺς ὑπαντῶντας Gr <τινές> φασι dubit. 6 διαιρ. καὶ del. Bekk. 9 τὸ μὲν N: μὲν τὸ Lς: μὲν τοῦ E 10 τοῦ ante ἰδιώτου om. ς 16 τοιαύτῃ L)

λοὶ ἢ πρὸς τὸ ἐπιζητούμενόν τι λέγειν. ἡμῶν γὰρ ἄντικρυς δεικνύντων, ὅτι οὐδὲν ἴδιόν ἐστι τοῦ φρονοῦντος ἔργον, ᾧ διαφέρει τῶν μὴ φρονίμων, ἀλλὰ πᾶν τὸ γινόμενον ὑπὸ αὐτοῦ, τοῦτο καὶ ὑπὸ τῶν μὴ σπουδαίων γίνεσθαι, αὐτοὶ τοῦτο μὲν οὐκ ἴσχυσαν ἀνελεῖν, ἔξωθεν δέ φασιν, ὅτι τὸ κοινὸν ἔργον ὁτὲ μὲν ἀπὸ φρονίμης γίνεται διαθέσεως, ὁτὲ δὲ ἀπὸ φαύλης.

ὅπερ ἀπόδειξις μὲν τοῦ μὴ εἶναι κοινὸν ἔργον τῶν τε φρονίμων καὶ τῶν μὴ τοιούτων οὐκ ἔστιν, δεῖται δὲ ἀποδείξεως, ζητήσαντος ἄν τινος, πόθεν γε διαγνωσόμεθα, πότε γίνεται ταῦτα ἀπὸ φρονίμης διαθέσεως καὶ πότε οὐ γίνεται· αὐτὰ γὰρ τὰ κοινὰ ἔργα τοῦτ’ οὐκ ἐμφαίνει, παρόσον ἐστὶ κοινά.

ἔνθεν καὶ τὸ ἀπὸ ἰατρικῆς κομισθὲν ὑπόδειγμα κατ’ αὐτῶν μᾶλλον εὑρίσκεται. ὅταν γὰρ φῶσι τὸ ὑγιάζειν κοινὸν ἰατροῦ τε καὶ οὐκ ἰατροῦ καθεστηκὸς ἐξαίρετον γίνεσθαι τοῦ τεχνίτου, ἐπειδὰν ἰατρικῶς ἀποτελεσθῇ, τότε ἤτοι ἴσασι τὸ διαφόρως γινόμενον ὑπὸ τοῦ ἰατροῦ παρὰ τὸν ἰδιώτην, οἷον τὸ συντόμως καὶ ἀπόνως καὶ τὸ μετὰ τάξεως καὶ ποιότητος, ἢ οὐκ ἴσασιν, ἀλλὰ καὶ ταῦτα πάντα κοινὰ τῶν ἰδιωτῶν ὑπειλήφασιν.

καὶ εἰ μὲν ἴσασιν, αὐτόθεν ἴδιόν τι τοῦ ἰατροῦ φαινόμενον ἔργον ὡμολογήκασιν ὑπάρχειν, καὶ ἀκόλουθον ἦν αὐτοῖς ἀπὸ τούτου μετελθοῦσι διδάσκειν καὶ τοῦ σοφοῦ τι ἴδιον ἔργον, ᾧ διοίσει τοῦ μὴ σοφοῦ. εἰ δὲ οὐκ ἴσασιν, ἀλλὰ πᾶν τὸ ὑπὸ τοῦ ἰατροῦ γινόμενον, τοῦτ᾿ ἐροῦσι καὶ ὑπὸ τοῦ ἰδιώτου γίνεσθαι, ἀφελοῦνται τοῦ ἰατροῦ τὸ ἴδιον ἔργον καὶ ἀπαραλλαξίας οὔσης κατὰ τὸ φαινόμενον ἐν τοῖς γινομένοις ἔργοις οὐ διαγνώσονται τὸν τεχνίτην καὶ τὸν ἄτεχνον, οὐδὲ τὸ ἀπὸ τεχνικῆς διαθέσεως ἐνεργούμενον, οὐδὲ τὸ ἀπὸ ἀτέχνου, διὰ τὸ μηδὲ τὴν καθ’ ἕκαστον ἀφανῆ διάθεσιν ἐξ ἑαυτῆς δύνασθαι γνωρίζεσθαι, οὖσαν ἀφανῆ.

τοίνυν οὐδὲν ὠφελεῖ αὐτούς τὸ ὁμολογεῖν μὲν κοινὰ εἶναι τὰ ὑπό τε τοῦ σοφοῦ γινόμενα ἔργα καὶ τὰ [*](17 τι om. N 26 γε G: δὲ Bekk. dubit. 27 διαθέσεως om. N 28 ἐκφαίνει ς 1 τὸ N: τοι E: τι Lς 3 τὸ om. 7 ἦν Bekk.: εἷναι G 9 τοῦ om. N 12 τόν <τε> Gen. V. 22 14 ἑκάτερον Heintz dubit. 15/16 ἀφανῆ οὖσαν N)

ὑπὸ τοῦ μὴ σοφοῦ, διαφέρειν δ’ αὐτὰ τῷ νυνὶ μὲν ἀπὸ φρονίμης γίνεσθαι διαθέσεως, νυνὶ δὲ ἀπὸ ἄφρονος.

Ἄλλοι δέ εἰσιν οἱ τῷ διομαλισμῷ καὶ τάξει ταῦτα διορίζεσθαι νομίζοντες.

καθὰ γὰρ ἐπὶ τῶν μέσων τεχνῶν ἴδιόν ἐστι τοῦ τεχνίτου τὸ τεταγμένως τι ποιεῖν καὶ τὸ ἐν τοῖς ἀποτελέσμασι διομαλίζειν (ποιήσαι γὰρ ἄν ποτε καὶ ἰδιώτης τὸ τεχνικὸν ἔργον, ἀλλὰ σπανίως καὶ οὐ πάντοτε, οὐδὲ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως), ὧδε καὶ τοῦ μὲν φρονίμου φασὶν ἔργον εἶναι τὸ ἐν τοῖς κατορθώμασι διομαλίζειν, τοῦ δὲ ἄφρονος τοὐναντίον.

φαίνονται δὲ καὶ οὗτοι <οὐ> κατὰ τὴν τῶν πραγμάτων φύσιν περὶ τῆς ἐν ζητήσεως διαταττόμενοι. τὸ γὰρ εἶναί τινα βίου τάξιν κατὰ τὸν τεχνικὸν λόγον ὡρισμένως εἰρημένην εὐχῇ μᾶλλον ἔοικεν. πᾶς γὰρ ἄνθρωπος πρὸς τὰς τῶν ὑποπιπτόντων πραγμάτων διαφορὰς καὶ ποικιλίας ἀρτιζόμενος οὐδέποτε δύναται τὴν αὐτὴν τάξιν φυλάττειν, καὶ μάλιστα ὁ ἔμφρων τό τε ἄστατον τῆς τύχης καὶ τὸ ἀβέβαιον τῶν πραγμάτων ἐννοούμενος.

ἄλλως τε· εἴπερ μίαν καὶ ὡρισμένην εἶχε βίου τάξιν ὁ φρόνιμος, κἂν ἐκ ταύτης ἐναργῶς κατείληπτο τοῖς μὴ φρονίμοις· οὐχὶ δέ γε καταλαμβάνεται τούτοις· τοίνυν οὐδ’ ἐκ τῆς τάξεως τῶν ἔργων ληπτός ἐστιν ὁ φρόνιμος. ὅθεν εἰ πᾶσα μὲν τέχνη ἐκ τῶν ἰδίων ἔργων φαίνεται, τῆς δὲ φρονήσεως οὐδέν ἐστιν ἴδιον ἔργον ἐξ οὗ φαίνεται, οὐκ ἂν εἴη τις τέχνη περὶ τὸν βίον ἡ φρονήσῃς.

Καὶ μὴν εἰ τέχνη τίς ἐστι περὶ τὸν βίον ἡ φρόνησις, οὐκ ἄλλον ἄν τινα μᾶλλον ὠφέλησεν ἢ τὸν κεκτημένον αὐτὴν σοφόν, ἐγκράτειαν αὐτῷ παρασχομένη ἐν ταῖς πρὸς [*](207—209 ~ Hyp. III 243—244.) [*](210—215 ~ Hyp. III 273—277.) [*](18 ὑπὸ τοῦ μὴ σ. scr. coll. p. 585, 12. 19. 20. 24. 31. 586, 8: μὴ ὑπὸ τοῦ σ’. G 22 τό <τε> Gen. cf. v. 12 24 καὶ LEς: τῶ ἰδίω τῆς N 24/25 πάντοτε N (comp. exaratum): πάνυ τότε LEς 27 καὶ om. NV 28 οὐ add. Fabr. 30 τὸν N: om. LEg fort. εἰρομένην 31 τῶν <αὐτῷ> coniectura in codicis Genevensium 2 τύχης LEς: ψυχῆς ex εὐχῆς N 8 φαίνεται ἔργων N 11 καὶ — φρόνησις N in margine)

τὸ κακὸν ὁρμαῖς καὶ ἐν ταῖς ἀπὸ τοῦ ἀγαθοῦ ἀφορμαῖς. οὐχὶ δέ γε τὸν σοφὸν ὠφελεῖ ἡ φρόνησις, ὧς παραστήσομεν·

οὐκ ἄρα τέχνη τίς ἐστι περὶ τὸν βίον. ὁ γὰρ λεγόμενος ἐγκρατὴς σοφὸς ἤτοι κατὰ τοῦτο λέγεται ἐγκρατής, καθόσον ἐν οὐδεμιᾷ γίνεται ὁρμῇ τῇ πρὸς τὸ κακὸν καὶ ἀφορμῇ τῇ ἀπὸ τοῦ ἂγ ἀγαθοῦ, ἢ καθόσον ἔχει μὲν φαύλας ὁρμάς, περικρατεῖ δὲ τούτων τῷ λόγῳ. καὶ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν λεχθείη ἐγκρατὴς εἶναι· οὐ γὰρ κρατήσει οὗ οὐκ ἔχει.

καὶ ᾧ τρόπω οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδισίων μῖξιν καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν (οὐδ’ ὅλως γὰρ ἐν αὐτοῖς ἐπιζήτησίς τις γίνεται τούτων, ἴνα καὶ ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ τὸ οὗ ἔσται ἐγκρατής.

εἰ δὲ κατὰ τοῦτο ἀξιώσουσιν αὐτὸν ὑπάρχειν ἐγκρατῆ, καθόσον γίνεται μὲν ἐν φαύλαις κρίσεσιν, περιγίνεται δ’ αὐτῶν τῷ λόγῳ, πρῶτον μὲν δώσουσι τὸ ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερον τῶν φαύλων εὑρίσκεσθαι.

ἡ μὲν γὰρ ὁρμᾷ ἐπί τι, πάντως ταράσσεται, ἡ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράττεται τοῦ φαύλου μηκέτι τοῦτο πάσχοντος· ἡ μὲν γὰρ ὁρμᾷ, ταράττεται, ἡ δὲ τυγχάνει τῶν ἐπιθυμουμένων, ὑπεκλυμένην ἴσχει τὴν ταραχήν.

οὐ τοίνυν ἐγκρατὴς γίνεται ὅσον ἐπὶ τῇ φρονήσει ὁ σοφός· ἢ εἴπερ γίνεται, πάντων ἀνθρώπων κακοδαιμονέστατος γίνεται. ἀλλ’ εἰ ἑκάστη τέχνη τὸν κεκτημένον αὐτὴν ὠφελεῖ μᾶλλον, δέδεικται δὲ ἡ περὶ τὸν βίον ἀξιουμένη τυγχάνειν τέχνη μηδὲ τὸν κεκτημένον ὠφελοῦσα, ῥητέον μὴ εἶναί τινα περὶ τὸν βίον τέχνην.

[*](14 κακὸν et ἀγαθοῦ Heintz coll. vv. 18 et 19 : ἀγαθὸν et κακοῦ G 18 ἐν om. E 18 τὸ — 589, 4 ἐστιν suppl. altera manus (= n) in N (vide p. VIII3) 18 τὸ κακὸν Fabr. : ἀγαθὸν G 19 ἀγαθοῦ Fabr.: κακοῦ G 20 fort. ὁρμὰς <καὶ ἀφορμάς> cf. p. ἐν fort. delend. coll. p. 186, 9 4 φαύλου <ἐκείνου> coll. p. 186, 20 8 κακοδαιμονέστατος scr. coll. p. 186, 24: κακοδαιμονέστερος G 10 τυγχάνειν τέχνη LEς: τυγχάνῃ n 11 τι ς n)
  • ζ΄ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη
  • Δυνάμει μὲν οὖν συναποδέδεικται τῷ μὴ εἶναί τινα περὶ τὸν βίον τέχνην τὸ μηδὲ διδακτὴν αὐτὴν καθεστάναι· τῶν γὰρ μὴ ὄντων οὐ γίνεται μάθησις. ὅμως δ’ ἐκ περιττοῦ συγχωρήσαντες αὐτῆς τὴν ὕπαρξιν διδάσκωμεν, ὡς ἔστιν ἀδίδακτος.

    πολὺς μὲν οὖν καὶ ποικίλος ἐστὶ παρὰ τοῖς φιλοσόφοις ὁ περὶ τῆς μαθήσεως λόγος· ἀλλ’ ἡμεῖς γε τὰ κυριώτατα ἐπιλεξάμενοι θήσομεν, ὧν τὰ μὲν κοινότερον ἐπιχειρεῖται παρὰ τοῖς σκεπτικοῖς εἰς τὸ μηδὲν εἶναι μάθησιν, τὰ δὲ καὶ ἰδιαίτερον λέγεται περὶ αὐτῆς τῆς φρονήσεως. τάξει δὲ πρώτας σκοπῶμεν τὰς κοινοτέρας ἐπιχειρήσεις.

    Ἐπὶ πάσης τοίνυν μαθήσεως ὁμολογεῖσθαι δεῖ τό τε διδασκόμενον πρᾶγμα καὶ τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα καὶ τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ἐστὶν ὁμόλογον, ὧς δείξομεν· οὐκ ἄρα ἔστι τις μάθησις. καὶ ἐπεὶ πρῶτον ἐμνήσθημεν τοῦ διδασκομένου πράγματος, περὶ αὐτοῦ πρῶτον ἀπορητέον.

    εἰ γὰρ διδάσκεταί τι πρᾶγμα, ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ ὂν διδάσκεται, ὡς δείξομεν, οὔτε τὸ μὴ ὄν, ὧς παραμυθησόμεθα· οὐκ ἄρα διδάσκεταί τι πρᾶγμα. καὶ δὴ τὸ <μὲν< μὴ ὂν οὐ διδάσκεται· οὐδὲν γὰρ αὐτῷ ὥστ’ οὐδὲ τὸ διδάσκεσθαι.

    καὶ ἄλλως· εἰ τὸ μὴ ὂν διδάσκεται, ἀληθὲς ἔσται τὸ μὴ ὄν· τῶν γὰρ ἀληθῶν ἐστιν ἡ μάθησις. εἰ δὲ ἀληθὲς ἔσται τὸ μὴ ὄν, εὐθύς καὶ ὑπαρκτὸν γενήσεται· ἀληθὲς γοῦν φασιν οἱ Στωικοὶ (cf. II fr. 195 Arn.) ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι. ἄτοπον δέ γε τὸ μὴ ὂν ὑπάρχειν· οὐκ ἄρα τὸ μὴ ὂν διδάσκεται. τό γε μὴν διδασκόμενον κινοῦν φαντασίαν διδάσκεται, τὸ δὲ μὴ ὄν οὐ δύναται κινεῖν φαντασίαν· οὒκ ἄρα διδακτόν ἐστι τὸ [*](219—223 ~ Hyp. Hl 256—258. adv. math. I 10—14.) [*](14 τέχνη n 17 οὖν om. n 28 πρῶτον Gen.: πρώτου G 1 μὲν add. Bekk. 3 ἀληθὲς — 4 ἐστιν om. n (deinde denuo incipit N v. ad p. 587, 18) 3 τῶν — 4 ὂν om. ς)

    μὴ ὄν.