Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τὰς μὲν κομιζομένας ὑπὸ τῶν σκεπτικῶν ἀπορίας εἴς τε τὸ λογικὸν καὶ φυσικὸν τῆς φιλοσοφίας μέρος πρότερον ἐπεληλύθαμεν, ὑπόλοιπον δέ ἐστι καὶ τἀς εἰς τὸ ἠθικὸν φέρεσθαι δυναμένας προσυποτάττειν· οὕτω γὰρ ἕκαστος ἡμῶν τὴν τελείαν καὶ σκεπτικὴν ἀπολαβὼν διάθεσιν κατὰ τὸν Τίμωνα (fr. 67 Diels) βιώσεται

  • ῥῇστα μεθ’ ἡσυχίης
  • αἰεὶ ἀφροντίστως καὶ ἀκινήτως κατὰ ταὐτά,
  • μὴ προσέχων δίνοις ἡδυλόγου σοφίης.
  • ἀλλ’ ἐπεὶ τὴν ἠθικὴν θεωρίαν συμφώνως σχεδὸν ἅπαντες ὑπειλήφασι περὶ τὴν τῶν ἀγαθῶν τε καὶ κακῶν διάκρισιν γίνεσθαι, καθὸ καὶ ὁ πρῶτος αὐτὴν δόξας κεκινηκέναι Σωκράτης παρήγγειλεν ὡς ἀναγκαιότατον ζητεῖν δ’ 392)

  • ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται,
  • δεήσει καὶ ἡμᾶς ἐν ἀρχαῖς εὐθὺς περὶ τῆς ἐν τούτοις διαφορᾶς σκοπεῖν. [*](2 ~ Hyp. ΙΙΙ 168.) [*](De titulo cf. ad p. 289, 1 Argument. 1 τί N ἡ om. N βιώσεται N (-σεται comp. exar.): βιῶσαι LEς 31 αἰεὶ Gen.: ἀεὶ G ταὐτά N: ταῦτα LEς 32 δίνοις Nauck: δειλοῖς λήροις Bekk. dubit. ἡδυλόγους L 2 τὴν post κακῶν ς 5 τε om. ς)
    ἁ τίς ἔστιν ἡ ὁλοσχερὴς τῶν κατὰ τὸν βίον πραγμάτων διαφορά

    Πάντες μὲν οἱ κατὰ τρόπον στοιχειοῦν δοκοῦντες τῶν φιλοσόφων, καὶ ἐπιφανέστατα παρὰ πάντας οἵ τε ἀπὸ τῆς ἀρχαίας Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου, ἔτι δὲ τῆς Στοᾶς, εἰώθασι διαιρούμενοι λέγειν τῶν ὄντων τὰ μὲν εἷναι ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων, ἅπερ καὶ ἀδιάφορα λέγουσιν·

    ἰδιαίτερον δὲ παρὰ τοὺς ἄλ- λους ὁ Ξενοκράτης (fr. 76 Heinze) καὶ ταῖς ἑνικαῖς πτώσεσι χρώμενος ἔφασκε· ‟πᾶν τὸ ὂν ἢ ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.”

    καὶ τῶν λοιπῶν φιλοσόφων χωρὶς ἀποδείξεως τὴν τοιαύτην διαίρεσιν προσιεμένων αὐτὸς ἐδόκει καὶ ἀπόδειξιν συμπαραλαμβάνειν. εἰ γὰρ ἔστι τι κεχωρισμένον πρᾶγμα τῶν ἀγαθῶν καὶ κακῶν καὶ τῶν μήτε ἀγαθῶν μήτε κακῶν, ἐκεῖνο ἤτοι ἀγαθόν ἐστιν ἢ οὐκ ἔστιν ἀγαθόν. καὶ εἰ μὲν ἀγαθόν ἐστιν, ‘ὲν τῶν τριῶν γενήσεται· εἰ δ’ οὐκ ἔστιν ἀγαθόν, ἤτοι κακόν ἐστιν ἢ οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν ἐστιν· εἰ δὲ κακόν ἐστιν, ‘ὲν τῶν τριῶν ὑπάρξει, εἰ δὲ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστι, πάλιν ‘ὲν τῶν τριῶν καταστήσεται. πᾶν ἄρα τὸ ὂν ἤτοι ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.

    δυνάμει δὲ καὶ οὗτος χωρὶς ἀποδείξεως προσήκατο τὴν διαίρεσιν, ἐπείπερ ὁ εἰς κατα- σκευὴν αὐτῆς παραληφθεὶς λόγος οὐχ ἕτερός ἐστιν αὐτῆς· [*](29a) ὅθεν εἰ ἐν ἑαυτῇ περιέσχηκε τὴν πίστιν ἡ ἀπόδειξις, ἔσται καὶ ἡ διαίρεσις ἐξ ἑαυτῆς πιστὴ μὴ διαφέρουσα τῆς ἀποδείξεως.

    Ἀλλ’ ὅμως, καίπερ συμφώνου δοκοῦντος ὑπάρχειν κατὰ πάντας τοῦ ὅτι τρισσή ἐστιν ἡ τῶν ὄντων διαφορά, τινὲς οὐδὲν ἧττον εὑρεσιλογοῦσιν ὁμολογοῦντες μὲν τὴν [*](8 <τὸν> τρόπον LEς cf. p. 578, 9 18 προσιεμένων Bekk. coll. V. 29 : προϊεμένων G 19 πρᾶγμα τῶν Bekk. : πραγμάτων 24 εἰ δὲ G: εἴτε δὲ Bekk. 25 εἰ δὲ G: εἴτε Bekk. 29 εἰς <τὴν> κ. N 5 εὑρεσιολογοῦσιν ς (cf. p. 16, 6))

    ἐν τοῖς οὖσι διαφορὰν ὅτι τοιαύτη τίς ἐστι, σοφιστικῶς δὲ προσειλούμενοι τῇ ἐκτεθείσῃ διαιρέσει. καὶ τοῦτο εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες.

    Τὸν γὰρ ὅρον φασὶν οἱ τεχνουράφοι (Stoic.fr. ΙΙ224 Arn.) ψιλῇ τῇ συντάξει διαφέρειν τοῦ καθολικοῦ, δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ ‟ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν” τῷ εἰπόντι ‟εἴ τί ἐστιν ἄνθρωπος, ἐκεῖνο ζῷόν ἐστι λογικὸν θνητόν” τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει, τῇ δὲ φωνῇ διάφορον.

    καὶ ὅτι τοῦτο, συμφανὲς ἐκ τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν, ἀλλὰ καὶ τὸν ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ ἀποδιδομένου πράγματος διήκειν, οἷον τὸν μὲν τοῦ ἀνθρώπου ἐπὶ πάντας τοὺς κατ’ εἶδος ἀνθρώπους, τὸν δὲ τοῦ ἵππου ἐπὶ πάντας τοὺς ἵππους. ἑνός τε ὑποταχθέντος ψεύδους ἑκάτερον γίνεται μοχθηρόν, τό τε καθολικὸν καὶ ὁ ὅρος.

    ἀλλὰ γὰρ ὧς ταῦτα φωναῖς ἐξηλλαγμένα κατὰ δύναμίν ἐστι τὰ αὐτά, ὧδε καὶ ἡ τέλειος, φασί, διαίρεσις, δύναμιν ἔχουσα καθολικήν, συντάξει τοῦ καθολικοῦ διενήνοχεν. ὁ γὰρ τρόπῳ τῷδε διαιρούμενος ‟τῶν ἀνθρώπων οἱ μέν Ἕλληνες, οἱ δὲ βάρβαροι” ἴσον τι λέγει τῷ ‟εἰ τινές εἰσιν ἄνθρωποι, ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἤ βάρβαρο靔. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται μήτε Ἕλλην μήτε βάρβαρος, ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν, ψεῦδος δὲ γίνεσθαι τὸ καθολικόν.

    διόπερ καὶ τὸ οὕτω λεγόμενον ‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακὰ, τὰ δὲ τούτων μεταξύ” δυνάμει κατὰ τὸν Χρύσιππον (II fr. 224 Arn.) τοιοῦτόν ἐστι καθολικόν· ‟εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα”. τὸ μέντοι γε τοιοῦτον καθολικὸν ψεῦδός ἐστιν ὑποτασσομένου τινὸς αὐτῷ ψεύδους.

    δυεῖν γάρ φασιν ὑποκειμένων πραγμάτων, τοῦ μὲν ἀγαθοῦ, τοῦ δὲ κακοῦ, ἢ τοῦ μὲν ἀγαθοῦ, τοῦ δὲ ἀδιαφόρου, ἢ κακοῦ καὶ ἀδιαφόρου, τὸ μὲν ‟τοῦτ᾿ ἔστι τῶν ὄντων άγαθόν” ἀληθές ἐστι, τὸ δὲ ‟ταῦτ ἔστιν ἀγαθά” ψεῦδος· οὐ γάρ ἐστιν ἀγαθά, ἀλλὰ τὸ [*](12 τῷ — 15 θνητόν om. E 21 ἔσται N 22 ὧδε Bekk.: ὡς δὴ N: ὧς δὲ LEς 5 ἀγαθόν LEς:)

    μὲν ἀγαθόν, τὸ δὲ κακόν.

    καὶ τὸ ‟ταῦτ᾿ ἔστι κακά᾿ πάλιν ψεῦδος· οὐ γάρ ἐστι κακά, ἀλλὰ τὸ ἕτερον αὐτῶν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἅδ’ ἀδιαφόρων· ψεῦδος γὰρ τὸ ‟ταῦτ᾿ ταῦτ’ ἔστιν ἀδιάφορα”, ὥσπερ καὶ τὸ ‟ταῦτ᾿ ταῦτ’ ἔστιν ἀγαθὰ ἢ κακά”.

    ἡ μὲν οὖν ἔνστασις τοιαύτη πως καθέστηκεν , φαίνεται δὲ μὴ καθάπτεσθαι τοῦ Ξενοκράτους διὰ τὸ μὴ ταῖς πληθυντικαῖς πτώσεσι κεχρῆσθαι , ὥστ’ ἐπὶ τῆς τῶν ἑτερογενῶν δείξεως ψευδοποιηθῆναι τὴν διαίρεσιν.

    Ἄλλοι δὲ κἀκείνως ἐνέστησαν· πᾶσα γάρ, φασίν, ὑγιὴς διαίρεσις γένους ἐστὶ τομὴ εἰς τὰ προσεχῆ εἴδη, καὶ διὰ τοῦτο μοχθηρὰ καθέστηκεν ἡ τοιαύτη διαίρεσις· ‟τῶν ἀνφρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ Ἰνδοί”. τῷ γὰρ ἑτέρῳ τῶν προσεχῶν εἰδῶν οὐ τὸ συζυγοῦν καὶ προσεχὲς εἶδος ἀντιδιέζευκται, ἀλλὰ τὰ τούτου εἴδη, δέον οὕτως εἰπεῖν· ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι”, καὶ καθ’ ὑποδιαίρεσιν λοπόν ‟τῶν δὲ βαρβάρων οἱ μέν εἰσιν Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ ᾿Ινδοί”.

    ὅπερ καὶ ἐπὶ τῆς τῶν ὄντων διαιρέσεως, ἐπεὶ ὅσα μέν ἐστιν ἀγαθὰ καὶ κακά, διαφέροντά ἐστιν ἡμῖν, ὅσα δὲ μεταξὺ τῶν τε ἀγαθῶν καὶ κακῶν, ταῦτ’ ἔστιν ἡμῖν ἀδιάφορα. ἐχρῆν οὖν μὴ οὕτως ἔχειν τὴν διαίρεσιν, ὡς ἔχει, μᾶλλον δ’ ἐκείν’ ὡς· ‟τῶν ὄντων ἃ μέν ἐστιν ἀδιάφορα, ἃ δὲ διαφέροντα, τῶν δὲ διαφερόντων ἃ μὲν ἀγαθά, ἃ δὲ κακά”.

    ἐῴκει γὰρ ἡ μὲν τοιαύτη διαίρεσις τῇ λεγούσῃ ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι, τῶν δὲ βαρβάρων οἱ μὲν Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ ᾿Ινδοί”· ἡ δὲ ἐκκειμένη ὡμοίωτο τῇ τοιουτοτρόπῳ· ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ Ἰνδοί”.

    Ἀλλὰ περὶ μὲν τούτων τῶν ἐνστάσεων οὐκ ἀνάγκη νῦν μηκύνειν, ἐκεῖνο δ’ ἴσως ἁρμόσει προδιαρθρῶσαι,

    ὅτι τὸ ἔστι δύο σημαίνει, καὶ ὲν μὲν τὸ οἷον ὑπάρχει ‟ὺπάρχει” καθό φαμεν ἐπὶ τοῦ παρόντος τό ‟ὅτι ἡμέρα ἔστιν” ἀντὶ τοῦ [*](15 φησιν ς 16 τομὴ E: τὸ μὴ Νς et L (sed eraso pr. accentu) 19 τῷ γάρ ἑτέρῳ Bekk.: τῶν γὰρ ἑτέρων G 20 τὰ om. N: fort. τινὰ? 23 δὲ pr. om. ς 27 ἔχειν οὕτως N)

    ἡμέρα ὑπάρχει ἕτερον δὲ τὸ ὴμέρα] ‟φαίνεται”, καθό τινες τῶν μαθηματικῶν εἰώθασι λέγειν πολλάκις, ὅτι τὸ μεταξὺ δυεῖν τινῶν ἀστέρων ἔρων διάστημα πηχυαῖόν ἐστιν, ἐν ἴσῳ λέγοντες τῷ ‘‘φαίνεται καὶ οὐ πάντως ὑπάρχει”· τάχα γὰρ ὑπάρχει μὲν σταδίων ἑκατόν, φαίνεται δὲ πηχυαῖον παρὰ τὸ ὕψος καὶ παρὰ τὴν τῆς ὄψεως ἀπόστασιν.

    διττοῦ δὴ τυγχάνοντος τοῦ ‟ἔστι” μορίου, ὅταν λέγωμεν σκεπτικῶς ‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων” , τὸ ‟ἔστιν” ἐντάττομεν οὐχ ὡς ὑπάρξεως ἀλλ’ ὧς τοῦ ‟φαίνεσθαι” δηλωτικόν. περὶ μὲν γὰρ τῆς πρὸς τὴν φύσιν ὑποστάσεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων ἱκανοί πώς εἰσιν ἡμῖν ἀγῶνες πρὸς τοὺς δογματικούς·

    κατὰ δὲ τὸ φαινόμενον τούτων ἕκαστον ἔχομεν ἔθος ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον προσαγορεύειν, καθάπερ καὶ ὁ Τίμων ἐν τοῖς ἰνδαλμοῖς (fr. 68 Diels) ἔοικε [*](22a) δηλοῦν, ὅταν φῇ·

  • ἦ γὰρ ἐγὼν ἐρέω, ὥς μοι καταφαίνεται εἶναι,
  • μῦθον ἀληθείης ὀρθὸν ’ν ἔχων κανόνα,
  • ὧς ἡ τοῦ θείου τε φύσις καὶ τἀγαθοῦ αἰεί,
  • ἐξ ὧν ἰσότατος γίνεται ἀνδρὶ βίος.
  • Κειμένης οὖν κατὰ τὸν ὑποδεδειγμένον τρόπον τῆς προειρημένης διαιρέσεως, ἔδωμεν ἃ χρὴ φρονεῖν περὶ τῶν ἐν αὐτῇ, τὴν ἀρχὴν τῶν λόγων ἀπὸ τῆς ἐννοίας ποιησάμενοι.

  • β΄ τί ἔστι τὸ ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον