Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ἀρχέτω δὲ ἡμῖν εὐθὺς ἡ πρὸς τοὺς γραμματικοὺς ζήτησις, πρῶτον μὲν ἐπείπερ ἀπὸ νηπιότητος σχεδὸν καὶ ἐκ πρώτων σπαργάνων γραμματικῇ παραδιδόμεθα, ἔστι δὲ αὕτη οἷον ἀφετήριόν τι πρὸς τὴν τῶν ἄλλων μάθησιν, εἶθʼ ὅτι παρὰ πάσας θρασύνεται τὰς ἐπιστήμας, σχεδόν τι τὴν τῶν Σειρήνων ὑπόσχεσιν ὑπισχνουμένη.

ἐκεῖναι μὲν γὰρ εἰδυῖαι ὅτι φύσει φιλομαθής ἐστιν ἄνθρωπος καὶ πολὺς αὐτῷ κατὰ στέρνων τῆς ἀληθείας ἵμερος ἐντέτη- κεν, οὐ μόνον θεσπεσίοις μέλεσι κηλήσειν τοὺς παρα- πλέοντας ὑπισχνοῦνται ἀλλὰ καὶ τὰ ὄντα αὐτοὺς διδάξειν· φασὶ γὰρ (μ 184— 191) δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, νῆα κατάστησον, ἵνα νωιτέρην ὄπʼ ἀκούσῃς. οὐ γάρ πώ τις τῇδε παρέπλω νηὶ μελαίνῃ [*](1 εἶναι scripsi: ἐπεὶ G | μηδʼ pro μήτε δʼ dub. Bekk. || |2 ὁποιαν- οῦν N: δποσαοῦν A || 3 ὧν NLED: τῶν ϛ || 5 σπουδάζουν C 6 ἐμπιμπράντες A || 6 et 7 maculati in N || 8 τὸ αὐτὸ (G: ταῦτʼ αὐτὰ dub. Bekk. Bury πειράζομεν B || 15 δὲ G: τε Bekk. || 17 τὴν om. LVr || 18 ψιλοπαθής N: φιλοπευθύς A: φοιλοπευθής cett. et Theiler cl. Cic. (v.infra) |ἄνθρ. G: corr. Μette || 23 οἱ αὐτοὶ παρὰὲ κικέρωνι (scil. fin. 5, 18, 49) gloss. N | ὀδυσσεῦ A )

12
πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκούση, ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. ἴδμεν γὰρ τοι πάνθʼ ὅσ’ ἑνὶ Τροίῃ εὐρείῃ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, ἴδμεν δʼ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. ἡ δέ γραμματική,

σὺν τῷ τὰ ἐκ τῶν μύθων τε καὶ ἱστο- ριῶν λόγῳ διορίζειν καὶ τὸ περὶ τὰς διαλέκτους καὶ τεχνο- λογίας καὶ ἀναγνώσεις πραγματικὸν αὐχοῦσα, πολὺν ἑαυ- τῆς ἐργάζεται τοῖς ἀκούουσι πόθον. ἀλλʼ ἵνα μὴ παρὰ θύραν πλανᾶσθαι δοκῶμεν, ὑποδεικτέον πόσαι τέ εἰσι γραμματικαὶ καὶ περὶ τίνος αὐτῶν πρόκειται ζητεῖν.

Ποσαχῶς λέγ ἔεται γραμματική

Γραμματικὴ τοίνυν λέγεται κατὰ ὁμωνυμίαν κοινῶς τε καὶ ἰδίως, καὶ κοινῶς μὲν ἡ τῶν ὁποιωνδηποτοῦν γραμ- μάτων εἴδησις, ἐάν τε Ἑλληνικῶν ἐάν τε βαρβαρικῶν, ἣν συνήθως γραμματιστικὴν καλοῦμεν, ἰδιαίτερον δὲ ἡ ἐντε- λὴς καὶ τοῖς περὶ Κράτητα τὸν Μαλλώτην (F 16 Mette) Ἀριστοφάνην τε καὶ Ἀρίσταρχον ἐκπονηθεῖσα.

δοκεῖ δὲ τούτωον ἑκατέρα καὶ ἀπό τινος ἐτύμου φεριυνύμως προσ- ηγορεῦσθαι. ἡ μὲν γὰρ πρώτη ἀπὸ τῶν γραμμάτων οἷς σημειούμεθα τὰς ἐνάρθρους φωνάς, ἡ δέ δευτέρα τάχα μέν, ὥς τινες ἠξιώκασι, διατακτικώτερον ἀπὸ τῆς πρώ- της· μοῖρα γάρ ἐστιν αὐτῆς, καὶ ὃν τρόπον ἡ ἰατρικὴ εἴρηται μὲν τὸ παλαιὸν ἀπὸ τῆς τῶν ἰῶν ἐξαιρέσεως, ἐπικατηγορεῖται δέ νῦν καὶ τῆς τῶν ἄλλων παθῶν ἀνα- σεευῆς πολλῷ τεχνικωτέρας οὔσης,

καὶ ὡς γεωμετρία ἔσπακε μὲν τὴν κλῆσιν ἀρχικῶς ἀπὸ τῆς κατὰ τὴν γῆν [*](1 ἡμέον Ε | μελέγηρυν N || 5 ὅσα N ED |γένηται om. N πολυβοτείρῃ N ϛ || 7 τῷ L || 8 ἑαυτοῖς ED || αὐτῶν om. N προυκειται D || 13 γραμμάτων L E D ϛ; πραγμιάτων N || 15 γραμ- ματιστικὴν NL edd.; γραμματικὴν E D ϛ || 17 ἀριφάνην V || 18 ἐτύμου LE D ϛ; τείμμοῦ (sic) N φερονύμως ED || 20 ἐνάν- θραυς N || 21 διδακτικωτερον C: διατατικώτερον edd. Theilcr 22 ἐστιν 〈αὕτη〉 αὐτῆς Bury | ἡ N: om. cett. || 25 τεχνικοτέρας Ν atra mento foedatus L )

13
κσταμετρήσεως, τάττεται δὲ ἐπὶ | τοῦ παρόντος καὶ κατὰ τῆς τῶν φυσικωτέρων θεωρίας, οὕτω καὶ ἡ τέλειος γραμ ματικὴ ἀπὸ τῆς τῶν γραμμάτων εἰδήσεως κατ’ ἀρχὰς ὀνομασθεῖσα διετάθη καὶ ἐπὶ τὴν ἐν τοῖς ποικιλωτέροις αὐτῶν καὶ τεχνικωτέροις θεωρήμασι γνῶσιν.

τάχα δέ, ὥς φασιν οἱ περὶ τὸν Ἀσκληπιάδην (FHG III 299 Mueller), καὶ αὐτὴ ἀπὸ μέν γραμμάτων ὠνόμιασται, οὐκ ἀπὸ τού- των δέ ἀφʼ ὧν καὶ ἡ γραμματιστική, ἀλλʼ ἐκείνη μέν, ὡς ἔφην, ἀπὸ τῶν στοιχείων, αὕτη δέ ἀπὸ τῶν συγγραμ- μάτων περὶ οἷς πονεῖται. γράμματα γὰρ καὶ ταῦτα προσ- ηγορεύετο, καθὰ καὶ δημόσια καλοῦμεν γράμματα, καὶ πολλῶν τινὰ γραμμάτων ἔμπειρον ὑπάρχειν φαμέν, τουτ- έστιν οὐ τῶν στοιχείων ἀλλὰ τῶν συγγραμμάτων.

καὶ Καλλίμαχος (epigr. 6 Pfeiffer) δέ, ποτὲ μὲν τὸ ποίημα καλῶν γράμμο ποτὲ δὲ τὸ καταλογαδην σύγγραμμα, ψησί·

  • Κρεοφύλου πόνος εἰμί, δόμῳ ποτέ θεῖον ἀοιδόν
  • δεξαμένου, κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν
  • καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δέ καλεῦμαι
  • γράμμα. Κρεοφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
  • καὶ πάλιν (epigr. 23 Pfeiffer)
  • εἴπας ‘Ἥλιε χοῖρε’ Κλεόμβροτος Ἀμπρακιώτης
  • ἥλατ’ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
  • ἄξιον οὐδέν ἰδὼν θανάτου τέλος, ἄλλὰ Πλάτωνος
  • ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
  • Πλὴν διττῆς οὔσης γραμματικῆς, τῆς μὲν τὰ στοι- χεῖα καὶ τὰς τούτων συμπλοκὰς διδάξειν ἐπαγγελλομένης καὶ καθόλου τέχνης τινὸς οὔσης τοῦ γράφειν τε κοὶ ἀνα- γινώσκειν, τῆς δὲ βαθυτέρας παρὰ ταύτην δυνάμεως, οὐκ ἐν ψιλῇ γραμμάτων γνώσει κειμένης ἀλλὰ κἀν τῷ ἐξετά- [*](8 γραμματική N CVr Gen. || 10 γὰρ plerique; δέ A || 11 καλοῦμεν LED ϛ; τελοῦμιιν N ||12 τινὰ plerique; τινῶν V CVr || 15 δέ om. N | καταλογάδη L || 16 κρεοφύλου L D ϛ; κρεοφίλου NE ἀηδὸν AB || 17 κλείω NLED ΑBVr: κλείρ VC: κλύω R: κλαίω Fabr. Gen. | ὅσ’ B || 19 κρφίλου N E: κρεοφύλου LD ϛ || 21 κλεό- βροτος C 22 ἥλατʼ N ἤλλατ’ ELD ϛ |ἀμφυψηλοῦ C ?? 23 ἀλλά- τωνος D || 27 καθόλου L)

    14
    ζειν τὴν εὕρεσιν αὐτῶν καὶ τὴν φύσιν, ἔτι δὲ τὰ ἐκ τού- των συνεστῶτα λόγου μέρη καὶ εἴ τι τῆς αὐτῆς ἰδέας θεω- ρεῖται, πρόκειται νῦν ἀντιλέγειν οὐ τῇ προτέρᾳ· συμφώ- νως γὰρ κατὰ πάντας ἐστὶ χρειώδης, ἐν οἷς θετέον καὶ τὸν Ἐπίκουρον (ad. fr. 227 Us.), εἰ καὶ δοκεῖ τοῖς ἀπὸ τῶν μαθημάτων διεχθραίνειν· ἐν γοῦν τῷ περὶ δώρων καὶ χάριτος (fr. 22 Us.) ἱκανῶς πειρᾶται διδάσκειν ὅτι ἀν- αγκαῖόν ἐστι τοῖς σοφοῖς μανθάνειν γράμματα.

    καὶ ἄλλως, εἴπαιμεν ἂν ἡμεῖς, οὐ σοφοῖς μόνον ἀλλὰ καὶ πᾶσιν ἀν- θρώποις. ὅτι γὰρ πάσης τέχνης τὸ τέλος εὔχρηστόν ἐστι τῷ βίῳ, φανερόν.

    τῶν δέ τεχνῶν αἱ μέν προηγουμένως ὑπὲρ τῆς τῶν ὀχληρῶν ἐκκλίσεως παρῆλθον, αἱ δὲ ὑπὲρ τῆς τῶν ὠφελίμων εὑρέσεως. καὶ ἔστι τῆς μὲν πρώτης ἰδέας ἰατρική, παιωνὶς οὖσα καὶ λυσίπονος τέχνη, τῆς δὲ δευτέρας κυβερνητική τῆς γὰρ ἀπὸ τῶν ἄλλων ἐθνῶν χρείας μάλιστα δέονται πάντες ἄνθρωποι.

    ἐπεὶ οὖν ἡ γραμματιστικὴ διὰ τῆς τῶν γραμμάτων ἐπινοίας ἰᾶτσι μὲν ἀργότατον πάθος, τὴν λήθην, συνέχει δὲ τάτην ἐνέργειαν, τὴν μνήμην, τὰ πάντα ἐπʼ αὐτῇ κεῖτσι σχεδόν, καὶ οὔτε ἄλλους τι ἔνεστι τῶν ἀναγκαίων δι- δάσκειν οὔτε παρʼ ἄλλου μαθεῖν τι τῶν λυσιτελῶν χωρίς αὐτῆς δυνατὸν ἔσται. οὐκοῦν τῶν χρησιμωτάτων ἡ γραμ- ματιστική.

    ἀμέλει γοῦν οὐδὲ θελήσαντες δυνησόμεθα την ἀπεριτρέπτως ἀνελεῖν εἰ γὰρ αἱ ἄχρηστον δίδάσκου- σαι τὴν γραμματιστικὴν ἐπιχειρήσεις εἰσὶν εὔχρηστοι, οὔτε δέ μνημονευθῆναι οὔτε τοῖς αὖθις παροδσθῆναι χω- ρὶς αὐτῆς δύνανται, χρειώδης ἐστὶν ἡ γραμματιστική. καίτοι δόξειεν ἄν τισιν ἐπὶ τῆς ἐναντίας εἶναι προλήψεως ὁ προφήτης τῶν Πύρρωνος λόγων Τίμων ἐν οἷς φησι (PPE. B 61 Diels) [*](6 τῶν om. A || 8 μανθάνειν – 9 σοφοῖς om. AB, in marg- suppl. B || 9 εἴποιμεν CR || 12 ἐκκλήσεως LVr ||17 γραμμα- τική N ϛ || 20 ἄλλοις F abr. Gen. ἀναγαίων LVr; δναγκαιοτά- των ϛ || 21 τι om. N LED Vr || 22 γραμματική NAB VC || 23 ταύ- την δυνησόμεθα LVr ED ϛ || 25 γραμματικὴν G || 26 παραδοῦ- ναι N || 27 δύναται G γραμματικὴ N ED AB VC || 20 δόξειεν N: δόξέ Vr: δόξη cett. δόξαι edd.)

    15
    γραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδʼ ἀνάθρησις ἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου· οὐ μὴν οὕτως ἔχειν φαίνεται·

    τὸ γὰρ ὑπʼ αὐτοῦ λεγόμε- νον οὐκ ἔστι τοιοῦτον κατ’ αὐτῆς τῆς γραμματιστικῆς, καθʼ ἣν διδάσκεται τὰ Φοινικικὰ σήματα Κάδμου, τὸ ‘οὐδεμία ἐστὶν ἀνασκοπὴ οὐδʼ ἀνάθρησις πῶς γάρ, εἰ διδάσκεταί τις αὐτήν, οὐδεμίαν ἔσχηκεν ἐπιστροφὴν αὐτῆς; ἀλλὰ μᾶλλον τοιοῦτό φησι διδαχθέντι τὰ Φοινι- κικὰ σήματα Κάδμου οὐδεμιᾶς ἄλλης παρὰ τοῦτό ἐστι γραμματικῆς ἐπιστροφήʼ, ὅπερ καταστρέφει οὐκ εἰς τὸ ἀχρηστεῖν ταύτην τὴν ἐν τοῖς στοιχείοις καὶ τῷ διʼ αὐτῶν γράφειν τε καὶ ἀναγινώσκειν θεωρουμένην, ἀλλὰ τὴν πέρ- περον καὶ περιεργοτέραν·

    ἡ μέν γὰρ τῶν στοιχείων χρῆσις ἤπειγεν εἰς τὴν τοῦ βίου διεξαγωγήν, τὸ δὲ μὴ ἀρκεῖ- σθαι τῇ ἐκ τῆς παρατηρήσεως τούτων παραδόσει, προσ- επιδεικνύναι δέ ὡς τάδε μέν ἐστι φωνάεντα τῇ φύσει τάδε δέ σύμφωνα, καὶ τῶν φωναέντων τὰ μὲν φύσει βραχέα τὰ δέ μακρὰ τὰ δέ δίχρονα καὶ κοινὰ μήκους τε καὶ συστο- λῆς, καὶ καθόλου τὰ λοιπὰ περὶ ὧν οἱ τετυφωμένοι τῶν γραμματικῶν διδάσκουσιν 〈ἄχρηστά ἐστιν〉.

    ὥστε τῇ μὲν γραμματιστικῇ πρὸς τῷ μηδὲν ἐγκαλεῖν ἔτι καὶ τὰς ἀνω- τάτω χάριτας ὀφείλομεν, τῇ δέ λειπομένῃ προσάπτομεν τοὺς ἐλέγχους. τὸ δέ εἴτε ὑγιῶς εἴτε τοὐναντίον μάθοιμεν ἂν προσεξαπλώσαντες αὐτῆς τὸν χαρακτῆρα.

    Τί ἐστι γραμματική

    Ἐπεὶ οὔτε ζητεῖν οὔτε ἀπορεῖν ἔστι κατὰ τὸν σοφὸν Ἐπίκουρον (fr. 255 Us.) ἄνευ προλήψεως, εὖ ἄν ἔχοι πρὸ [*](§ 57 cf. M XI 21) [*](4 γραμματικῆς Α B || 5 φοινικὰ N C〉 (in marg. iteratum N) 6 ἀνμκοπὴ A || 9 σήματα iteravit E || 11 αὐτῶ L || 14 διεξαγαγήν N: διαγωγὴν D || 16 τὰ μὲν.... τὰ δέ C | φωνήεντα N | τῇ om. N || 17 φωνηέντων NED | φύσει LED ϛ: εἰσὶ || 20 〈...〉 add. Bury || 21 γραμματικῆ NA | πρὸς τὸ NA || 24 αὐτοῖς ED || 26 εὖ Ν ϛ οὗ L οῦ ED (tachygr. pro οὕτως?) | ἔχει LVr || 26 sp. πρὸ τῶν NABCV: πρῶτον LEDVr)

    16
    τῶν ὅλων σκέψασθαι τί τʼ ἐστὶν ἡ γραμμστική, καὶ εἰ κατὰ τὴν ἀποδιδομένην ὑπὸ τῶν γραμματικῶν ἔννοιαν δύναται συστατόν τι καὶ ὑπαρκτὸν νοεῖσθαι μάθημα. Διονύσιος μὲν οὖν ὁ Θρᾷξ (§ 1 ed. Uhlig Lips. 1883) ἐν τοῖς παραγγέλμασί φησι ‘γραμματική ἐστιν ἐμπειρία ὡς ἐπὶ τὸ πλεῖστον τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένωνʼ, συγγραφεῖς καλῶν, ὡς ἔστιν ἐκ τῆς πρὸς τοὺς ποιητὰς ἀντεμφάσεως πρόδηλον, οὐκ ἄλλους τίνας ἢ τοὺς καταλογάδην πραγματευσαμένους.

    τά τε παρὰ τοῖς ποιηταῖς [καὶ συγγραφεῦσιν], ἃ ὁ γραμματικὸς ἑρμηνεύειν φαίνεται, καθάπερ Ὁμήρῳ τε καὶ Ἡσιόδῳ Πινδάρῳ τε καὶ Εὐριπίδῃ καὶ Μενάνδρῳ καὶ τοῖς ἄλλοις, τά τε παρὰ τοῖς συγγραφεῦσιν, οἷον Ἡροδότῳ καὶ Θουκυδίδῃ καὶ Πλάτωνι, ὡς ἴδιον ἔργον μετέρχεται.

    παρὸ καὶ οἱ χα- ρίεντες ἐξ αὐτῶν περὶ πολλῶν ἐπραγματεύσαντο συγ- γραφέων, τοῦτο μὲν ἱστορικῶν τοῦτο δέ ῥητορικῶν καὶ ἤδη φιλοσόφων, ζητοῦντες τίνα τε δεόντως καὶ ἀκολού- θως ταῖς διαλέκτοις εἴρηται καὶ τίνα παρέφθαρται, τί τε σημαίνει παρὰ μὲν Θουκυδίδῃ λόγου χάριν τὸ ‘ζάγκλονʼ (VI 4, 5) καὶ ‘τορνεύοντεςʼ, παρὰ δέ Δημοσθένει (de coron. 122) τὸ ‘ἐβόα ὥσπερ ἐξ ἁμάξηςʼ, ἢ πῶς ἀναγνωστέον παρὰ Πλάτωνι τὴν ‘η δ οςʼ λέξιν, πότερον ψιλῶς ἐκφέρον- τα τὴν πρώτην συλλαβὴν ἢ δασέως, ἢ τὴν μὲν πρώτην ψιλῶς τήν δέ δευτέραν δασέως, ἢ ἀμφοτέρας ψιλῶς ἢ ἐναλλάξ.

    διὰ γὰρ τὰ τοιαῦτα εἴρηται ἡ γραμματικὴ ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λε- γομένων.

    [*](§ 58 τορν. ap. Thuc. non traditum || 59 ηδος v. Suidas, Photius, Etym. Magn. || 60 ∼ schol. in Dionys. Thr. 730, 22 Anecd. Gr. Bekker ═ 165,16 Hilgard)[*](1 ἡ om. A | καὶ om. C | εἰ NEABVC: ἡ LDVr || 7 ξυγγρα- φοεῖς G || 9 post τε add. γὰρ Bekk. || 10 ξυγγραφεῦσιν ϛ: καὶ συγ- γραφεῦσιν del. Bekk. | ἃ om. L ED ϛ || 11 φαινόμενος, in marg- γρ. φαίνεται R V || 13 καὶ θουκυδίδῃ om. B || 15 ξυγγραφέων ϛ || 16 τοῦτο δέ ῥητορικῶν om. ED || 18 δὲ pro τε B || 19 verbo ζάν- κλον ss. δρέτανον E, idem in marg. D || 22 ἢ (srve ἦ) δʼ ὃς G | ἐκφέρεται AB V || 23 ἢ τὴν — 24 δασέως om. N lacuna signo notata, in marg. suppl. litteris pa ene exstinctis )
    17

    Οὗτος μὲν οὖν οὕτως· ἐγκαλεῖ δέ αὐτῷ Πτολεμαῖος ὁ Περιπατητικὸς ὅτι οὐκ ἐχρῆν ἐμπειρίαν εἰρηκέναι τὴν γραμματικήν