Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ποῦ γάρ τις δύ- ναται τῶν ὧφρυωμένων γραμματικῶν Ἡράκλειτον συν- εῖναι καὶ Πλάτωνι παρακολουθῆσαι λέγοντι (Plat. Tim. 35 A) ‘τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς περὶ τὰ σώματα μεριστῆς τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύ- σεως καὶ τῆς θατέρου’ καὶ ἤδη τὰ ἑξῆς, — περὶ τὴν λέξιν πάντες οἱ Πλάτωνος ἐξηγηταὶ ἐσίγησαν — ἢ ποῦ τοῖς Χρυσίππου διαλεκτικοῖς θεωρήμασιν ἤ λρχιμήδους τε καὶ Εὐδόξου μαθηματικοῖς ἐπιβάλλειν ἰσχύσει;

καὶ μὴν ὡς ἐν τούτοις ἐστὶ τυφλός, οὕτω κἀν τοῖς περὶ αὐτῶν γραφεῖσι ποιυμασιν, οἷον Εμπεδοκλίους λέγοντος (B 112, 4- 5 D.) [*](6 τὴν γραμματικὴν Ϛ ||13 φυσικὸν — μουσικοῖς om. Ϛ |καὶ — 14 εἷναι om. EDLVr || 16 ὅτι add. Bekk. || 17 προπίπτειν G: corr. Bekk. || 19 ὡφελιωμένων D || 32 αἰτίας καὶ in marg. add. signo posito post 21 ἐχούσης B | τῆς αὗ περὶ τὰ σώματα γινομέ- νης Plat. codd. | ἀσώματα A || 23 ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο PIat. codd. φύσεως σὖ περὶ καὶ Plat. codd. || 24 λέξιν, ἅ πάντες Fabr.Bekk.sec. Herv.:sic interpunxi: περί—25 ἐσίγ.del.Harder:, περὶ [τ]ῆν λ. . . . ἑμμόγησαν, Theiler )

78
  • χαίρετʼ, ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός,
  • πωλεῦμαι μετὰ πᾶσι τετιμένος,
  • καὶ πάλιν (B 113 Dieis)
  • ἀλλὰ τί τοῖσδʼ ἐπίκειμʼ ὡσεὶ μέγα χρῆμά τι πράσσων
  • εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπωνς
  • ὁ μέν γὰρ γραμματικὸς καὶ ὁ ἰδιώτης ὑπολήψονται κατ’ ἀλαζονείαν καὶ τὴν πρὸς τοὺς ἄλλους ἀνθρώπους ὑπερ- ο ψίαν ταῦτ’ ἀνεφθέγχθαι τὸν φιλόσοφον, ὅπερ ἀλλότριόν ἐστι τοῦ κἂν μετρίαν ἕξιν ἐν φιλοσοφία ἔχοντος, οὐχ ὅτι γε τοῦ τοσούτου ἀνδρός

    ὁ δὲ ἀπὸ φυσικῆς ὁρμώμενος θεωρίας, σαφῶς γινώσκων ὅτι ἀρχαῖον ὅλως τὸ δόγμμια ἐστί, τοῖς ὁμοίοις τὰ ὅμοια γιγνώσκεσθαι, ὅπερ ἀπὸ Πυ- θαγόρου δοκοῦν κατεληλυθέναι κεῖtπτμι μέν καὶ παρὰ Πλά- τωνι ἐν τῷ Τιμαίῳ (35 A et 45 B), εἴρηται δέ πολὺ πρό- τερον ὑπʼ αὐτοῦ Ἡμπεδοκλέους (B 109 Diels)

  • γαίῃ μέν γὰρ γαῖαν ὀπώπαμεν, ῦδατι δʼ ὕδωρ,
  • ἠέρι δʼ ἠέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
  • στοργὴν δέ στοργῇ, νεῖκος δέ τε νείκεῖ λυγρῷ,
  • συνήσει ὅτι ὁ Ἐμιπεδοκλῆς θεὸν ἑαυτὸν προσηγόρευσεν, ἐπεὶ μόνος καθαρὸν ἀπὸ κακίας τηρήσας τὸν νοῦν καὶ ἀνεπιθόλωτον τῷ ἐν ἑαυτῷ θεῷ τὸν ἐκτὸς θεὸν κατεί- ληφεν.

    Ἀράου τε μὴν γράφοντος (phaon. 54I )

  • ὅσσον ἀπʼ ὀφθαλμοῖο βολῆς ἀπολάμπεται αὐγή,
  • ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη
  • ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα
  • οὐ γραμματικοῦ τοῦτο νοῆσαι, ὅτι ἡλίκη ἐστὶν ἡ ἀπὸ τῆς ἡμιῶν ὄψεως πρὸς τὴν ἀνατολὴν ἐκβαλλομένη εὐθεῖα, ἑξά- κις αὕτη ληφθεῖσα τὸν ζῳδιακὸν καταμετρήσει κύκλον [*](§ 303 ∽ M VII 92 | cf. Aristot. de anima 404 b 11 sqq., 427 b 28) [*](2 τὰ πάσι τετιμημένοις C τετιμημένος A B V R || 5 πολυφθο- ρέων Ϛ || 6 γὰρ om. C || 10 τὸ τοσούτου VC || 12 γινώσκεσθαι Ϛ ἀπὸ τοῦ πυθ. VC || 13 καταλεληλυθέναι Vλ : καταλεληθέναι C 17 ἠέρα δ᾿ ἠέρα BVCR: αἰθέρι δʼ αἰθέρα Aristot. αὐτὰρ A. 21 αὐτῶ EDLVr | θεὸν om. Ϛ edd. || 23 ἀποτέμνεται αὐγῇ Arati codd. 24 τόσσʼ ἡμῖν G Gen.: τόσσʼ ἄμμιν Fabr. || 26 γραμματικὸν G )
    79
    ὥστε δύο αὐτὴν ἀποτέμινεσθαι ζῷδια, ἀλλὰ μαθηματικοῦ, γγραμμικῶς αὐτὸ ἀποδεικνύντος, ὅτι τὸ ἓκτον τοῦ ζωδια- κοῦ κύκλου μέρος ἀπὸ τῆς μέχρι τῆς ἀνατολῆς ἐκβαλλο- μένης εὐθείας καθέστηκεν.

    Τίμωνός τε τοῦ ψλιασίου τὸν Πύρρωνα ἡλίῳ ἀπεικάζοντος ἐν οἰς φησι (B 67, 5 Diels PPF)

  • μοῦνος δʼ ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις,
  • ὅς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται,
  • δεικνὺς εὐτόρνου σφαίρας πυρικαύτορα κύκλον,
  • δόξει μὲν τοῖς γραμματικοῖς κατὰ τιμὴν αὐτὸ λέγειν καὶ | διὰ τὴν περὶ τὸν φιλόσοφον ἐπιφάνειαν ἄλλος δέ ἐπι- στήσει μήποτε καὶ μάχεται [τὰ παραδείγματα] τῷ σκε- πτικῷ βουλήμιατι τὰ ὑπὸ τοῦ Φλιασίου εἰς τὸν Πύρρωνα λεχθέντα, εἴγε ὁ μὲν ἥλιος τὰ πρότερον μὴ βλεπόμενα τῷ φωτὶ καταυγάζων δείκνυσιν, ὁ δέ Πύρρων καὶ τὰ προ- δήλως ἡμῖν ληφθέντα τῶν πραγμάτων εἰς ἀδηλότητα περι- σπῖν βιάζεται.

    τὸ δέ οὐχ οὕτως ἔχειν φαίνεται τῷ φιλο- σοφώτερον ἐπιβάλλοντι, ἀλλʼ ἡλίου τρόπον ἐπέχειν φησὶ τὸν Πύρρωνα καθόσον 〈ὡς〉 ὁ θεὸς τὰς τῶν ἀκριβῶς εἰς αὐτὸν ἀτενιζόντων ὄψεις ἀμαυροῖ, οὕτω καὶ ὁ σκεπτικὸς λόγος τὸ τῆς διανοίας ὄμμα τῶν ἐπιμελέστερον αὐτῷ προσεχόντων συγχεῖ, ὥστε ἀκαταληπτεῖν περὶ ἑκάστου τῶν κατὰ δογματικὴν θρασύτητα τιθεμένων.

    εἰ δέ δεῖ περὶ ἰατρικῆς διεξέρχεσθαι θεωρίας, καὶ παριστν ὡς καὶ ἐπίθετον πολλάκις προσριφὲν ὑπὸ ποιητοῦ βαθὺν ἐμφαίνει καὶ ἐπιστημονικὸν νοῦν, οἷόν ἐστι τὸ βαθύσχοινον λεχε- ποίην’ παρʼ Ὁμήρῳ (Δ 383). σημαίνει γάρ, ὅ μὴ δύναται νοῆσαι γραμματικός, 〈ὅτι〉 παραστατικὸν πρὸς συνουσίαν ἐστὶ τὸ τῆς σχοίνου σπέρμα, λέχος καλοῦντος τοῦ ποιητοῦ [*](1 δύω LED || 2 γραμματικῶς Vr || 7 δὲ G || 8 ἐλῶν dub. Bekk. Diels Bury: ἑλών G | 9 σφαίρης Diels || 12 [. .] Heintz || 16 περι- σπᾶν scripsi: περιστᾶν EDLVr: περιστᾶναι VC: περιιστάναι B: περιιστάῖνμι A edd. Theiler || 18 φασι G: elieit lerv.: corr. Bekk. || 19 ὡς adel. Bekk. U+05D0cc. Herv. || 24 παριστᾶν 〈ὲστιν〉 ὡς Bury sec. Herr. || 36 βαθύσκοιον A || 23 νοῆσαι om. LVr (in marg.suppl. L) 〈 〉 Bekk. |πρὸς οὐσίαν LED )

    80
    τὴν μῖξιν.

    ἢ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐπὶ τῇ Αυκομήδους θυγατρὶ Δηιδαμείᾳ λεγόμενον (fr. 682 Nauck)

  • ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει
  • πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται;
  • μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς;
  • πυνθάνεται γὰρ μή τι πλευριτικὴ γέγονε διὰ τὸ τοὺς πλευριτικοὺς βήσσοντας ὑπόχολον ἀνάγειν. ὧν οὐδὲν οἴδεν ὁ γραμματικός.

    Καίτοι περιττὸν ἴσως ἐστὶν ἀπὸ τῶν ἀρχαιοτέρων καὶ τάχα ἐπιστημονικῶν δυσωπεῖν τοὺς ἀπὸ τῆς γραμματι- κῆς, ὅτε καὶ τὸ τυχὸν ἐπιγραμμάτιον οὐχ οἷοί τέ εἰσι νοῆσαι, καθάπερ καὶ τὸ ὑπὸ τοῦ Καλλιμάχου εἰς Διόδω- ρον τὸν Κρόνον συγγραφέν (fr. 393, 3 Pfeiffer)

  • ἠνίδε κου κόρακες τεγέων ἔπι ‘κοῖα συνῆπταιʼ
  • κρώζουσιν καὶ ‘κῶς αὖθι γενησόμεθαʼ.
  • ὅτι γὰρ διαλεκτικώτατος ἧν ὁ Κρόνος καὶ ἐδίδασκε πῶς κριτέον ἐστὶ τὸ ὑγιές συνημμένον, ὥστε διὰ τὸ ἐπικρα- τεῖν ἤδη τὴν διδασκαλίαν καὶ τούς ἐπὶ τῶν δωμάτων κό- ρακας ἐκ πολλῆς τῆς κατηχήσεως κράζειν τὴν κατ’ αὐτὸν τοῦ συνημμένου κρίσιν, εἴποι ἄν ὁ γραμματικός, καὶ μέχρι τούτου συνήσει τὸ καὶ παιδίοις γνώριμον·

    ἐλθὼν δὲ καὶ ἐπὶ τὸ ‘καὶ κῶς αὖθι γενησόμεθαʼ ἡσυχάσει, μὴ εὑρί- σκων τὸ δηλούμενον πρᾶγμα. φιλοσόφου γὰρ ἧν εἰπεῖν ὅτι ἀρέσκει τῷ Διοδώρῳ μηδὲν κινεῖσθαι. τὸ γὰρ κινού- μένον ἤτοι ἐν ὧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾦ μὴ ἔστιν οὕτε δὲ τὸ πρῶτον οὐτε τὸ δεύτερον· οὐκ ἄρα κινεῖταί τι. τῷ δέ μηδὲν κινεῖσθαι τὸ μηδὲν φθείρεσθαι ἀκολου- θεῖ.

    ὡς γὰρ διὰ τὸ μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι [*](§ 310 πῶς — συνημμένον cf. ΡΚ II 110, M VIII 112sqq., Cic. Luculi. 47, 143) [*](1 τῷ om. ED || 4 παμονὴ E: πειπονὴ D |δαμνάζεται A | 5 χολῇ Bury || 7 οὐ δέ A || 9 περισσὸν ED || 10 τὰς V || 14 κοῦ Herr.: καὶ Hebr. Schneider Cahier: κοί Pieiῆer (VVilam.)| 15 κρώ- ζουσι G κακῶς prima syllaba delineata L αὖθις G || 16 δια- λεκτικὸς A || 18 κόρακες L alt. man. superscr. || 19 ἐκ om. D ΔVψ αὐτὴν LVr || 22 αὖθις ς Vr)

    81
    μήτε ἐν ᾧ μή ἐστιν οὐδὲν κινεῖται, οὕτως ἐπεὶ τὸ ζῷον οὕτε ἐν ῥ ζῇ χρόνῳ ἀποθνῄσκει οὔτε ἐν ᾧ μὴ ζῇ, οὐδέ- ποτε ἄρα ἀποθνῄσκει. εἰ δὲ τοῦτο, ἀεὶ ζῶντες κατ’ αὐτὸν καὶ αὖθις γενησόμεθα.

    Οὐκοῦν τὰ μὲν πράγματα οὐ νοοῦσιν οἱ γραμματικοί. λείπεται τοίνυν τὰ ὀνόματα νοεῖν αὐτούς. ὅ πάλιν ἐστὶ ληρῶδες. πρῶτον μέν γὰρ οὐδὲν ἔχουσι τεχνικὸν εἰς τὸ λέξιν γινώσκειν. οὐδὲ γὰρ ἐκ τέχνης τινὸς μεμαθήκασιν ὅτι οἱ παρὰ τῷ Σοφοκλεῖ (fr. 472 Nauck) ποιμένες ‘ἰώ βαλλήνʼ λέγοντες ‘ίώ βαοιλεῦʼ λέγουσιφρυγιστί,ἀλλὰ παρʼ ἄλων ἀκούσαντες. διήνεγκε δέ οὐδὲν ἢ βαρβάρου λέξεως ἑρμηνευτὰς γίνεσθαι ἢ τῆς κατὰ γλῶσσαν προενεχθείσης, ὁμοίως οὐσης ἀσυνήθους ἡμῖν.

    εἶτα καὶ τοῦτʼ ἀδύνατόν ἐστιν ἀπείρων οὐσῶν λέξεων καὶ ἄλλως παρʼ ἄλλοις ὀνο- ματοποιηθεισῶν ἢ ἐπὶ πράγμασιν οἶς ἡμεῖς οὐκ ἴσμεν τε θεικῶν. οἷόν ἐστι τὸ 〈 ἐβαρβάριζε τὸ ὅλον, ἕλκη ἔχον ἐν τῇ χειρίʼ, τοῦ μὲν〉 ἐβαρβάριζεν ἀντὶ τοῦ ἐσύριζε κει- μένου, βάρβαροι γὰρ οἱ Σύροι, τοῦ δὲ ὅλου ἀντὶ τοῦ παντός, ὅλον γὰρ καὶ πᾶν συνώνυμον, τοῦ δέ ἕλκους ἀντὶ τῆς σύριγγος, εἶδος γὰρ ἕλκους ἡ σύριγξ· ὥστε τὸ ὅλον γίνεσθαι τοιοῦτον ἐσύριζεν ὁ Πάν, σύριγγας ἔχων ἐν τῇ χειρί..

    ἄλλως τε καὶ ποῦ ἴσασιν ἐνίας τῶν ἐπιστημονικῶν λέξεων οἱ γραμματικοί, καθάπερ τὴν παρὰ λριστοτέλει ἐντελέχειαν ἢ τὸ τί ἦν εἶναι; ἢ ποῦ συνήσουσι τίνα δύ- ναμιν ἔχει παρὰ σκεπτικοῖς ἡ οὐδὲν μᾶλλον’ φωνή, πό- τερον πυσματική ἐστιν ἢ ἀξιωματική, καὶ ἐπὶ τίνος τάσ- σεται, ἀρά γε τοῦ ἐκτὸς ὑποκειμένου ἢ τοῦ περὶ ἡμᾶς πάθους ;

    τί δέ καὶ ἐροῦσιν ἐκ λέξεών τινων συντεθέντος τινὸς ποιήματος· [*](§ 315 οὐδὲν μᾶλλον PHI 188) [*](5 πράγματα ἐννοοῦσιν AB || 9 ἢ πάλιν V || 7 ἔχει G: habent Herv. || 8 οὐδὲ dub. Bekk.: οὐτε G | post μεμαθήκασιν al. man. in marg. add. οἱ τοιοῦτοι B || 10 βασιλεῦ V: βασιλεὺς C || 12 γενέσ- θαι E: γίνέσθαι L || 16. 17 ἐβαρβάριζε —μέν add. Fabr. || 18 ού- ριοι C || 24 συνοίσουσι AB || 27 κειμένου A || 28 καὶ om. C )

    82
  • ἦ γάρ σοι δισσοῖσιν ὑπʼ οὔρεσι διττὸς ἐραστὴς
  • ἔφθιτο καὶ νεάτην μοῖραν ἔθηκε φύσιν.
  • ἄρθρῳ ἐν ἀσπιδόεντι βεβηκότα γυῖα καθʼ όλμοῦ
  • βᾶσα τροχαντήρων ἄχρι περιστρέφεται
  • σμερδαλέα δʼ ὑπένερθεν ἀλώπεκος ἄχρι δοχαίης
  • αἰῶνος χαλαρὰν σύνδρομον ἁρμονίης.
  • τούς γὰρ ἐραστὰς οἴτίνές εἰσι καὶ τὰ ὄρη καὶ τὸ ἀσπιδόεν ἄρθρον καὶ τούς τροχαντῆρας, ἔτι δὲ καὶ τὸν ὅλμον καὶ τὰς ἀλώπεκας δοχαίην τε καὶ αἰῶνα καὶ ἁρμονίαν, μήτε τροπικῶς μήτε κατὰ ἱστορίαν ἀλλὰ κυρίως ἐξενεχθέντα ὀνόματα, κἆν μυριάκις ἐπιστήσωσιν, οὐ συνήσουσιν.

    Εἰ οὖν μήτε τὰ πράγματα μήτε τὰς λέξεις ἴσασιν, παρὰ δὲ ταῦτα οὐδέν ἐστιν ἡ ποίησις ἢ τὸ σύγγραμμα, οὐκ ἄν ἔχοιεν τέχνην ἐξηγητικὴν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. ἄλλως τε καὶ εἰ χρῄζομεν γραμ- ματικῆς, ἐπὶ τῶν ἀρίστων ποιημάτων χρῄζομεν ἀλλʼ οὐ τῶν μοχθηρῶν. ἄριστον δὲ ποίημά ἐστι κατ’ αὐτοὺς τὸ σαφές·

    ἀρετὴ γὰρ ποιήματος ἡ σαφήνεια, καὶ μοχθηρὸν τὸ ἀσαφές παρὰ γραμματικῇ. οὔτε οὖν ἐπὶ ἀρίστου ἐστὶ ποιήματος χρειώδης διὰ τὸ μὴ δεῖσθαι ἐξηγήσεως σαφές ὄν, οὐτε ἐπὶ τοῦ μοχθηροῦ διὰ τὸ αὐτόθεν εἶναμι μοχθη- ρόν.

    τό τε ἀνεπικρίτως διαφωνούμενον ἀκατάληπτόν ἐστιν, ἀνεπικρίτως δʼ ἔτι διαφωνοῦσιν ἐν ταῖς ἐξηγήσεσιν οἱ γραμματικοὶ περὶ τῆς τοῦ συγγραφέως διανοίας· ἀκατά- ληπτος ἄρα ἐστὶν ἡ τοῦ συγγραφέως διάνοια, καὶ διὰ τοῦτο ἄχρηστος ἡ γραμματική.

    Ἀλλὰ γὰρ πρὸς μὲν τούς ἀπὸ τούτου τοῦ μαθήματος ἀναγομένους ἐπὶ τοσοῦτον εἰρήσθω ἀπʼ ἄλλης δέ ἀρχῆς σκεψώμεθα καὶ πρὸς τοὺς ῥήτορας ἅ δεῖ λέγειν.

    [*](1—6 text 1m auttim mss. praebeo. cortgere conatur Buirp, qu1 1 δισσὸς (Hermnann) 2 μοῖρʼ ἀνέθηκε (Fabr.) 3 ὅλμου (Gen.) 4 βλαισὰ (ipsc, βαιὰ Hermann) ὅ σμερδαλέαι.... ἀλώπεκες (Her- man) 6 χαλαρᾷ σύνδραμμν ἁρμονίῃ (Herrnann) scripsit. bene Theiler, v. praef || 7 κατὰ ὁρη G || 8 τρυχαντῆρας L | όλμὸν G, 9 άλώπηκας ED: ἀλώπῆκας L || 18.11 ὀνόματα ἐξενεχθέντα Vλ(〉 || 11 ἐπιστήσουσιν ED | 11 τῆς γραμμ. A || 17 γὰὲρ pro δέ | 32 τὸ δέ (G: corr. Bekk. || 23 διʼ τι G | 28 εὶναγόμμεθα εἰσ 7) τοσοῦτον VC || 29 τοὺς om. A. )
    83