Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Πδ δέ αὐτὰ λεκτέον πρὸς αὐτούς καὶ ὅταν διʼ ἐτυμο- λογίας κρίνειν θέλωσι τὸν ἑλληνισμόν. πάλιν γὰρ ἤτοι σύμφωνός ἐστι τῇ συνηθεία ἡ ἐτυμολογία ἢ διάφωνος· καὶ εἰ μιέν σύμφωνος, παρέλκει, εἰ δέ διάφωνος, οὐ χρη- στέον αὐτῇ ὡς προσκοπὴν ἐμποιούσῃ μᾶλλον τοῦ βαρβα- ρίζειν ἢ σολοικίζειν. καὶ καθόλου μετακτέον τὰς ὁμοίας ἀντιρρήσεις ταῖς ἔμπροσθὲν ἡμῖν ἀποδοθείσαις.

ίδιαί- τερον δέ ἐκεῖνο λεκτέον. τὸ ἐτυμολογία κρινόμενον ὄνο- μα ὅτι ἑλληνικόν ἐστιν, ἤτοι ἔτυμα πάντως ἔχειν ὀφείλει τὰ προηγούμενα αὐτοῦ ὀνόματα εἰς τινα τῶν φυσικῶς ἀναφωνηθέντων καταλήγειν. καὶ εἰ μὲν ἀπὸ ἐτύμων πάντως, κατὰ τοῦτο εἰς ἄπειρον τῆς ἐκπτώσεως γινομέ- νης ᾶναρχος ἔσται ἡ ἐτυμιολογία, καὶ οὐκ εἰσόμεθα εἰ ἑλ- ληνικόν ἐστι τὸ ἔσχατον λεγόμενον ὄνομα, ἀγνοοῦντες ποῖον ἦν τὸ ἀφʼ οὖ πρῶτον καιάγεται.

οἷον εἰ ὁ λύχνος εἴρηται ἀπὸ τοῦ λύειν τὸ νύχος, ὀφείλομιεν μαθεῖν εἰ καὶ τὸ νύχος ἀπό τινος ἑλληνικοῦ εἶρηται, καὶ τοῦτο πάλιν ἀπʼ ἄλλου καὶ οὕτως εἰς ἄπειρον γινομένης τῆς ἀνόδου καὶ ἀνευρέτου καθεστῶτος τοῦ πρῶτον ἀναφωνηθέντος ὀνόματος, συνακαταληπτεῖται καὶ τὸ εἰ ἑλληνικῶς ὁ λύχ- νος εἶρηται.

εἰ δὲ ἐπί τινα τῶν ἀνετύμως κειμένων ὀνο- μιάτων καταλήγοι τὸ ἐτυμολογούμενον ὄνομα, ὅν τρόπον [*](§ 243 ad λύειν τὸ νύχος Mette laudat Etpmol. Magn. p. 572, 18 Gaisford: Orion. etymol. genuin. ed. R. Reitrenstein, progr. Rostock 1891/92 p. 14, schol. H3M in Hom. τ 34) [*](3 ἡ add. Bekk. || 8 τὰ αὐτὰ δέ VC || 9 ἤτοι LVrς: εἴ τι ED 12 προκοπὴν ς || 13 ἢ σολοικίζειν om. B || 16 ἕτοιμα A || 17 φυσι- κῶν LVr || 19 πάντων G Bekk.: corr. Fabr. )

61
ἐκεῖνα τὰ εἰς ὅ κατέληξεν οὐ διότι ἔστιν ἔτυμα παραδεξό- μεθα, ἀλλὰ διότι τέτριπται κατὰ τὴν συνήθειαν, οὕτω καὶ τὸ διʼ ἐτυμολογίας κρινόμενον παραδεξόμεθα οὐ διὰ τὴν ἐτυμολογίαν ἀλλὰ διὰ τὸ σύνηθες. οἷον προσκεφά- λαιον ἀπὸ τοῦ τῇ κεφαλῇ προστίθεσθαι εἴρηται, ἡ δέ κε- φαλὴ καὶ τὸ πρός, ὅ ἐστι πρόθεσις, ἀνετύμως κέκληται.

τοίνυν ὡς ταῦτα χωρίς ἐτυμολογίας πεπίστευται διότι ἐστὶν ἑλληνικά, τῆς συνηθείας αὐτοῖς χρωμένης, οὕτω καὶ τὸ προσκεφάλαιον δίχα ἐτυμολογίας ἔσται πιστόν. ἄλλως τε ἐνίοτε τὸ αὐτὸ πρᾶγμα δυσὶν ὀνόμασι καλεῖται, τῷ μὲν ἐτυμολογίαν ἐπιδεχομένῳ τῷ δὲ ἀνετυμολογήτῳ, καὶ οὐ διὰ τοῦτο τὸ μὲν ἔτυμον λέγεται ἑλληνικὸν τὸ δέ ἀνέτυμον βαρβαρικόν, ἀλλʼ ὡς ἐκεῖνο ἑλληνικόν, οὕτω καὶ τοῦτο·

οἷον τὸ ὑφοʼ ἡμῶν καλούμενον ὑποπόδιον θηναῖοι καὶ Κῷοι χελωνίδα καλοῦσιν ἀλλὰ ἔστι τὸ μὲν ὑποπόδιον ἔτυμον, ἡ δέ χελωνὶς ἀνέτυμον, καὶ οὐ διὰ τοῦτο οἱ μὲν Πθηναῖοι λέγονται βαρβαρίζειν ἡμεῖς δέ ἑλληνίζειν, ἀλλʼ ἀμφότεροι ἑλληνίζειν.

τοίνυν ὡς ἐκεῖνοι διὰ τὴν συνήθειαν καὶ οὐ διὰ τὴν τοῦ ὀνόματος ἐτυμότητα λέγονται ἑλληνίζειν, οὕτω καὶ ἡμεῖς διὰ τὸ ἐν τῇ αὐτῶν συνηθείᾳ τετριμμένον ἔχειν τὸ τοιοῦτον ὄνομα καὶ οὐ διὰ τὴν τῆς ἐτυμολογίας πίστιν ἑλληνιοῦμεν.

Ἀλλ ὅτι μὲν τὸ τεχνικὸν μέρος τῆς γραμματικῆς ἀνυ- πόστατόν ἐστιν, αὐτάρκος ἐκ τῶν εἰρημένων δέδεικται· χωυρῶμεν δὲ ἀκολούθως καὶ ἐπὶ τὸ ἱστορικόν.

Εὶ σ ύσ τατον τὸ ἱστ ορικύν

Ὅτι μὲν οὖν ἀξιοῦται τοῦτο ὁλοσχερῶς εἶναι μέρος γραμματικῆς, συμφανές. Τ αυρίσκος γοῦν ὁ Κράτητος (F 18 Mette) ἀκουστής, ὤσπερ οἱ ἄλλοι κριτικοὶ ὑπο- τάσσων τῇ κριτικῇ τὴν γραμματικήν, φησὶ τῆς κριτικῆς εἶναι τὸ μέν τι λογικὸν τὸ δὲ τριβικὸν τὸ δʼ ἱστορικόν, [*](6 πρόσθεσις ED || [δι]ὅτι Bekk.: trad. defendit Mette 8 αὐτῆς VC || 12 et 13 ἕτοιμον et ἀνέτοιμον A || 20 αὐτῶν G || 27 ό ἀκράτητος VC || 28 ἀκουτιστὴς ED || 30 τριβιὸν B )

62

λογικὸν μὲν τὸ στρεφόμενον περὶ τὴν λέξιν καὶ τοὺς γραμ- ματικοὺς τρόπος, τριβικὸν δέ τὸ περὶ τὰς διαλέκτους καὶ τὰς διαφορὰς τῶν πλασμάτων καὶ χαρακτήρων, ἱστο- ρικὸν δὲ τὸ περὶ τὴν προχειρότητα τῆς ἀμεθόδου ῦλης.

Διονύσιος δὲ ὁ Θρᾷξ ἕξ μέρη γραμματικῆς εἶναι λέγων, ᾶπερ ἡμεῖς ἀνώτερον ὁλοσχερῶς τρία προσηγορεύσαμεν, ἐν τούτοις καὶ τὸ ἱστορικὸν ἀποδίδωσιν εἶναι γάρ φησι γραμματικῆς μέρη ἀνάγνωσιν ἐντριβῆ κατὰ προσῳδίαν, ἐξήγησιν κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους, λέξεων καὶ ἱστοριῶν ἀπόδοσιν, ἐτυμολογίας εὕρεσιν, ἀνα- λογίας ἐκλογισμόν, κρίσιν ποιημάτων, ἀτόπως διαμμιρού- μενος καὶ τάχα μὲν ἀποτελέσματά τινα καὶ μόρια γραμ- ματικῆς [οὐ] μέρη ταύτης ποιῶν,

ὁμολόγως δὲ τὴν μιὲν ἐντριβῆ ἀνάγνωσιν καὶ τὴν ἐξήγησιν καὶ τὴν κρίσιν τῶν ποιημάτων ἐκ τῆς περὶ ποιητὰς καὶ συγγραφεῖς θεωρίας λαμβάνων, τὴν δέ ἐτυμολογίαν καὶ ἀναλογίαν ἐκ τοῦ τεχνικοῦ, τοῖς δὲ τὸ ἱστορικὸν ἀντεκτιθείς, ἐν ἱστοριῶν καὶ λέξεων ἀποδόσει κείμενον.

Ἀσκληπιάδης δέ ἐν τῷ Περὶ γραμματικῆς τρία φήσας εἶναι τὰ πρῶτα τῆς γραμματικῆς μέρη, [ἀνάγνωσιν ἐντριβῆ καὶ κατὰ προσῳδίαν,] τεχνικὸν ἱστορικὸν γραμματικόν, ὅπερ ἄμ - φοτέρων ἐφάπτεται, ψημὶ δέ τοῦ ἱστορικοῦ καὶ τοῦ τε- χνικοῦ, τριχῇ ὑποδιαιρεῖται τὸ ἱστορικόν τῆς γὰρ ἱστο- ρίας τὴν μέν τινα ἀληθ ῆ εἶναί φησι τὴν δέ ψευδῆ τὴν δέ ὡς ἀληθῆ, καὶ ἀληθῆ μὲν τὴν πρακτικήν, ψευδῆ δέ τὴν περὶ πλάσματα καὶ μύθους, ὡς ἀληθῆ δέ οἷά ἐστιν ἡ κωμῳδία καὶ οἱ μῖμοι·

τῆς δέ ἀληθοῦς τρία πάλιν μέρη· ἡ μέν γάρ ἐστι περὶ τὰ πρόσωπα θεῶν καὶ ἡρώων καὶ ἀνδρῶν ἐπιφανῶν, ἡ δὲ περὶ τοὺς τόπους καὶ χρό- [*](§ 250 Dionys. Thr. ars gramm. ed. Uhlig § 1. cf. schol. in Dionys. Thr. 735sqq. anecd. Gr. Beker ═ 168, 19 Hilgard || 252 Ascle- piades v. M I 47) [*](1 περὶ LVrς: πρὸς ED | καὶ EDLVr edd.: εἰς ς Herr. 5 τῆς γραμμι. A || 13 οὐ del. B Fabr. 15 || post τῶν al. man. in marg. add. ὀνομάτων καὶ τῶν B τε καὶ ED || 10 διαλαμβάνων A. 20.21 ὰνῖγνωσιν .— προσῳδίαν del. Hekk. cl. v. 8 | καὶ om. ζ 26 πλάσματα καὶ del. Mette | ἀληθ δὴ 〈τὴν περὶ πλῖσματα〉 οἵα Mette: ctrdic. Theiler cl. I 92 || 28 γὰρ om. B )

63
νοῦς, ἡ δὲ περὶ τὰς πράξεις. τῆς δὲ ψευδοῦς, του|τέστι τῆς μυθικῆς, ἕν εἴδος μόνον ὑπάρχειν λέγει τὸ γενεα- λογικόν. ὑποτάσσεσθαι δὲ τῷ ἱστορικῷ κοινῶς φησι, καθὼς καὶ Διονύσιος, τὸ περὶ τὰς γλώττας· ἱστορεῖ γὰρ ὅτι κρήγυον ἀληθές ἐστιν ἢ ἀγαθόν. ὡσαύτως δὲ καὶ τὸ περὶ παροιμιῶν καὶ ὅρων.

Ἀλλʼ ὅτι μέν γραμματικῆς εἶναι μέρος βούλονται τὸ ἱστορικόν,

ἐκ τούτων ἐστὶ συμφανές· λοιπὸν δέ, ἐπεὶ οἱ πλείους ὡμολογηκόσιν αὐτὸ ἄτεχνον εἶναι καὶ ἐκ τῆς ἀμεθόδου ὕλης τυγχάνειν, ἀπολελύκασι μὲν ἡμᾶς τῆς ἐπὶ πλεῖον πρὸς αὐτούς ἀντιρρήσεως, ὅμως δʼ οὖν ὑπέρ τοῦ μὴ ἀνεπισήμαντον παρελθεῖν τὸν τόπον οὕτως ἐρωτητέον. ἤτοι τέχνη ἐστὶν ἠ γραμματικὴ ἢ οὐκ ἐστι τέχνη. καὶ εἰ μέν οὐκ ἐστιν, αὐτόθεν συμβεβίασται τὸ προκείμενον· εἰ δὲ τέχνη ἐστίν, ἐπεὶ τὰ τῆς τέχνης μέρη πάντως ἐστὶ τεχνικά, τὸ δʼ ἱστορικὸν ἀμέθοδον ὡμολόγηται τυγχά- νειν, οὐκ ἂν εἴη τῆς γραμματικῆς μέρος τὸ ἱστορικόν.

καὶ ὅτι τῷ ὄντι τοιοῦτόν ἐστιν, αὐτόθεν σχεδὸν ὑπέπιπτεν. οὐ γάρ, ὧσπερ ἀπὸ καθολικῆς τινος μεθόδου καὶ τεχνι- κῆς δυνάμεως λέγει ὁ μέν ἰατρὸς ὅτι τόδε τὸ ἐπὶ μέρους ὑγιεινόν ἐστι καὶ τόδε νοσερόν, ὁ δέ μουσικὸς ὅτι τόδε ἡρμοσμένον καὶ 〈τόδε〉 ἀνάρμοστον, καὶ ἡρμοσμένον μὲν κατὰ τήνδε τὴν συμφωνίαν ἀλλʼ οὐχὶ κατὰ τήνδε, οὕτω καὶ ὁ γραμματικὸς δύναται ἀπὸ ἐπιστημονικῆς τινος καὶ καθολικῆς θεωρίας ἀπαγγέλλειν, ὅτι ὁ μὲν Πέλοπος ὧμος ἐλεφάντινος ἦν ὑπὸ τοῦ ρεως ἢ ὑπὸ Δήμητρος βρωθείς, ἡ δέ τοῦ Ἡρακλέους κεφαλὴ ἐψέδνωτο ῥυεισῶν αὐτοῦ τῶν τριχῶν ὅτε ὑπὸ τοῦ ἐφορμῶντος τῇ Ἡσιόνῃ κήτους κατεπόθη,

ἀλλʼ ῖνα τούτων ποιήσηται τὴν ἔκθεσιν, ὀφεί- λει πᾶσι τοῖς κατὰ μέρος περὶ αὐτῶν ἱστοροῦσιν ἐντυ- χεῖν. τὸ δὲ πάντων τῶν κατὰ μέρος ποιεῖσθαι τὴν ἀνάλmψιν [*](2 ὑπάρχει καὶ λέγει LVr || 4 γλώσσας Fabr. || 6 ὅρων G edd.; γρίφων dub. Fabr.: ἑορτῶν dub. Us. ||14 ἡ pro εἰ B |συμβε- βίασται EDLVr: συμβεβίβασται ζ || 22 τόδε add. Herv. || 24 δύ- ναται infr. v. 25 post θεωρίας itera nt ζ || 26 ἐλέφαντος LVr | ἄρ- ρεως E D || 27 τοῦ om. A | αὐτῶν LVr || 28 τῶν om. LVr 30 ῖστοροῦσι περὶ αὐτῶν ζ edd. || 31 ἀντίλφψιν AB Gen. Fabr. )

64
αὐτοῖς ἐντυγχάνοντα τοῖς κατὰ μέρος οὐκ ἐστι τεχνικόν. οὐκ | ἄρα ἐκ τέχνης τινὸς μεθοδεύεται τοῖς γραμματικοῖς τὸ ἱστορικόν.

καὶ μὴν ἐπεὶ τῆς ἱστορίας ἡ μέν τίς ἐστι τοπικὴ ἡ δέ χρονικὴ ἡ δὲ περὶ τὰ πρόσωπα ἡ δὲ περὶ τὰς πράξεις, δῆλον ὡς εἰ μὴ τεχνική ἐστιν ἡ τῶν τόπων καὶ ἡ τῶν χρόνων ἀπόδοσις, οὐθʼ ἡ τῶν προσώπων οὔθ’ ἡ τῶν πράξεων τεχνικὴ γενήσεται· τί γὰρ διήνεγκε τού- των ἢ ἐκείνων ἀποκρατεῖν ; ἀλλὰ μὴν οὐδὲν ἔχει τεχνικὸν τὸ ἀποδιδόναι τοπικὴν ἱστορίαν, λέγοντας ὅτι, εἰ τύχοι, ἄάριλησὸς μὲν καὶ ράκυνθος τῆς ἔττικῆς ἐστιν ὄρος, Ἀκόμας δὲ τῆς Κυπρίας ἀκρωτήριον, ἢ χρονικὴν ἐκτί- θεσθαι, καθάπερ ὅτι Ξενοφάνης Κολοφώνιος (fr. A 8 Diels) ἐγένετο περὶ τὴν τεσσαρακοστὴν ὀλυμπιάδα. τοῦτο γαρ καὶ ὁ μὴ ὤν γρμμμυτικὸς ἄλίως δέ περίεργος δυνήσεται ποιεῖν.

τοίνυν οὐδὲ τὸ περὶ προσώπων καὶ πράξεων ἀπαγγέλλειν τεχνικὸν γενήσεται, οἷον ὅτι Πλά- των μὲν ὁ φιλόσοφος ριστοκλῆς πρότερον ἐκαλεῖτο καὶ ἐτέτρητο τὸ οὖς ἐλλόβιον φορήσας ὅτ’ ἦν μειρα- κίσκος, Πυθιὰς δὲ ἡ ριστοτέλους θυγάτηρ τρισὶν ἀν- δράσιν ἐγαμήθη, πρῶτον μὲν Νικάνορι τῷ Σταγειρίτη, οἰκείῳ ὄντι ριστοτέλους, δευτέρῳ δὲ Προκλεῖ Δημαρά- του τοῦ ακεδαιμονίων βασιλέως ἀπογόνῳ, ὅς καὶ δύο ἐξ αὐτῆς τεκνοῦται παῖδας, Προκλέα τε καὶ ημάρατον τοὺς παρὰ Θεοφράστῳ φιλοσοφήσαντας, τρίτῳ δέ Μη- τροδώρῳ ἰατρῷ, ρυσιππου μὲν τοῦ Κνιδίου μαθητῇ Ἐρασιστράτου δὲ ὑφηγητῇ, ᾧ γίνεται παῖς Ἀριστοτέλης.

ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια πρὸς τῷ τελέως ἀχρ- στεῖν ἔτι οὐδεμίαν ἐμφαίνει τεχνικὴν δύναμιν, ὥστε οὐδέ ἡ τῶν ἱστορικῶν ἀπόδοσίς ἐστιν ἔντεχνος. ἄλίως τε καθ- [*](§ 257 Μράκυνθος cf. Dionys. Perieget. 431) [*](3 ἐπὶ EDL || 6 ἡ post καὶ om. ζ |ἀπόδοσις ED LAS: ἀπό- δειξις VC Herv.: ἀπόδιξις R || 10 βρίλησος Gen. Fabr. | ἀράκιν- θος G: corr. Fabr. |ἐστιν om. V, in marg. suppl. || 19 ἡ τοῦ ἀρι- στοτ. LVr Ger. Fabr. ||30 νικάνορνι A ||21 εἰκείων C || 23 παίδας C: πέδας V || 25 κνιμιδίου VC || 29 ἡ om. VC ἱστοριῶν dub. Bekk. scr. Bury | ἔντεχνον in rasura E: ἀτεχον D | καθὼς edd. καιί ὡς G)

65
ὡς ἀνώτερον ὑπεδείξαμεν, οὔτε τῶν ἀπείρων οὕτε τῶν ἄλλοτε ἄλλως γινομένων ἔστι τις τεχνικὴ γνῶσις.

αἱ δέ γε κατὰ μέρος ἱστορίαι ἄπειροί τε διὰ τὸ πλῆθός εἰσι, καὶ οὐχ ἕστῶσαι διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ παρα πᾶσιν ῖστορεῖσθαι. οἷον (οὐκ ἄτοπον γάρ), ἵνα συμ- φυέσι τε καὶ οἰκείοις χρησώμεθα τῶν πραγμάτων παρα- δείγμασιν. ὑπόθεσιν γὰρ ἑαυτοῖς ψευδῆ λαμβάνοντες οἱ ἱστορικοὶ τὸν ἀρχηγὸν ἡμῶν τῆς ἐπιστήμης σκληπιὸν κεκεραυνῶσθαι λέγουσιν, οὐκ ἀρκούμενοι τῷ ψεύσματι, † ἐν ᾦ † καὶ ποικίλως αὐτὸ μεταπλάττουσι,