Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οἱ δέ γραμματικοὶ θέλοντες τὴν συνήθειαν ὡς ἄπιστον ἐκβάλλειν καὶ πάλιν ταύτην ὡς πιστὴν παραλαμβάνειν, τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἵνα γὰρ δεί- ξωσιν ὅτι οὐ διαλεκτέον κατὰ τὴν συνήθειαν, εἰσάγουσι τὴν ἀναλογίαν ἡ δέ ἀναλογία οὐκ ἰσχυροποιεῖται, εἰ μὴ συνήθειαν ἔχοι τὴν βεβαιοῦσαν·

τῇ ἄρα συνηθεία ἐκβάλ- λοντες τὴν συνήθειαν τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἐκτὸς εἰ μή τι φήσουσι μὴ τὴν αὐτὴν συν- ήθειαν ἐκβάλλειν ἄμα καὶ προσίεσθαι, ἀλλʼ ὅλην μὲν ἐκ- βάλλειν ἄλλην δέ προσίεσθαι. ὅπερ καὶ λέγουσιν οἱ ἀπὸ Πινδαρίωνος. ἀναλογία, φασίν, ὁμολογουμένως ἐκ τῆς συνηθείας ὁρμᾶται· ἔστι γὰρ ὁμοίου τε καὶ ἀνομοίου θεω- ρία,

τὸ δέ ὅμοιον καὶ ἀνόμοιον ἐκ τῆς δεδοκιμασμένης λαμβάνεται συνηθείας, δεδοκιμασμένη δὲ καὶ ἀρχαιοτάτη [*](§ 202 Πινδαρίων v. Suda s. v. Πτολεμαῖος. cf. schol. in Dionys. Thr. 790, 26 anecd. Gr. Bekker, ubi appellatur Πίνδαρος, sed v. p. 192, 13 Hilgard) [*](5 εἴρηται ζ || 10 ἐγκρίνεται ς Vr, in A correctumο || 15 προσ- ίεσθε ζ ἄπιστον LED: ἄτοπον ζ παραιτεῖσθε ς || 17 λαμβά- νειν A || 21 ἔχει V CD || 25 προσθέσθαι, rasura correctum in προ- ίεσθαι E | οἱ ἀπὸ Fabr.: ἡ τοῦ G || 26 ἀναλόγως LVr φησίν G: inquiunt Herv. | hic et 25 trad. defenοdit Harder)

52
ἐστὶν ἡ Ὁμήρου ποίησις· ποίημα γὰρ οὐδὲν πρεσβύτερον ἧκεν εἰς ἡμᾶς τῆς ἐκείνου ποιήσεως· διαλεξόμεθα ἄρα τ ῇ Ὁμήρου κατακολουθοῦντες συνηθείᾳ.

ἀλλὰ πρῶτον μὲν οὐχ ὑπὸ πάντων ὁμολογεῖται ποιητὴς ἀρχαιότατος εἶναι Ὅμηρος· ἔνιοι γὰρ Ἡσίοδον προήκειν τοῖς χρόνοις λέγουσιν, Λίνον τε καὶ Ὀρφέα καὶ Μουσαῖον καὶ ἄλλους παμπληθεῖς. οὐ μὴν ἀλλὰ καὶ πιθανόν ἐστι γεγονέναι μέν τινας πρὸ αὐτοῦ καὶ κατ᾿ αὐτὸν ποιητάς, ἐπεὶ καὶ αὐτός πού φησι (α 351)

  • τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι
  • ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται,
  • τούτους δὲ ὑπὸ τῆς περὶ αὐτὸν λαμπρότητος ἐπεσκοτῆ- σθαι.

    καὶ εἰ ἀρχαιότατος δὲ ὁμολογοῖτο τυγχάνειν Ὅμηρος, οὐδὲν εἴρηται ὑπὸ τοῦ Πινδαρίωνος ἱκνούμενον. ὥσπερ γὰρ προηποροῦμεν περὶ τοῦ πότερόν τε τῇ συνηθεία ἢ τῇ ἀναλογίᾳ χρηστέον, οὕτω καὶ νῦν διαπορήσομεν πότερον τῇ συνηθεία ἢ τῇ ἀναλογίᾳ, καὶ εἰ τῇ συνηθεία, ἄρα τῇ καθʼ Ὅμηρον ἢ τῇ τῶν ἄλλων ἀνθρώπων· πρὸς ὅπερ οὐδὲν εἴρηται.

    εἶτα κἀκείνην μάλιστα δεῖ τὴν συνήθειαν μεταδιώκειν ᾗ προσχρώμενοι οὐ γελασθησόμεθα τῇ δὲ Ὁμηρικῇ κατακολουθοῦντες οὐ χωρὶς γέλωτος ἑλληνιοῦ- μεν, μάρτυροι λέγοντες καὶ ‘σπάρτα λέλυνταιʼ καὶ ἄλλαι τούτων ἀτοπώτερα. τοίνυν οὐδʼ οὖτός ἐστιν ὁ λόγος ὑγιής, μετὰ καὶ τοῦ συγκεχωρῆσθαι τὸ κατασκευαζόμενον ὑφʼ ἡμῶν, τουτέστι τὸ μὴ χρῆσθαι ἀναλογίρ.

    τί γὰρ διήνεγκεν εἴτ’ ἐπὶ τὴν τῶν πολλῶν εἴτ᾿ ἐπὶ τὴν Ὁμήρου συνήθειαν ἐλ- θεῖν; ὡς γὰρ ἐπὶ τῆς τῶν πολλῶν τηρήσεως ἐστι χρεία ἆλλ’ οὐ τεχνικῆς ἀναλογίας, οὕτω καὶ ἐπὶ τῆς Ὁμήρου· τηρήσαντες γὰρ αὐτοὶ πῶς εἴωθε λέγειν, οὕτω καὶ δια- λεξόμεθα.

    τὸ δὲ ὅλον, ὡς αὐτὸς Ὅμηρος οὐκ ἀναλογίᾳ [*](§ 204 ἔνιοι v. Schmid–Stählin I 86) [*](3 τῆς D || 5 προήκεινται LVr: προσήκειν A || 6 λῖνον LVrς; κινόν CD: λίνον (sic) E || 7 παμπλήθεις LVrED || 12 αὐτὴν ED || 15 τε L ED: ποτε ζ || 16 διαφορήσομεν Bekk. (lapsu calami?) 17 ἀλογία L || 22 μάρτυρες V C || 24 καὶ om. ζ edd. || 26 τὴν ante τῶν om. V C || 30 οὐκ ἂν G )

    53
    προσεχρήσατο ἀλλὰ τῇ τῶν κατ’ αὐτὸν ἀνθρώπων συν- ηθείᾳ κατηκολούθησεν, οὕτω καὶ ἡμεῖς οὐκ ἀναλογίας πάντως ἑξόμεθα βεβαιωτὴν ἐχούση〈ς〉 Ὅμηρον, ἀλλὰ τὴν συνήθειαν τῶν καθʼ αὑτοὺς ἀνθρώπων παραπλασόμεθα.

    Ἄρτι μὲν οὖν ἐκ τῆς πρὸς τοὺς γραμματικοὺς ἀκο- λουθίας συνῆκται τὸ παρέλκειν μέν τὴν ἀναλογίαν πρὸς ἑλληνισμόν, εὐχρηστεῖν δέ τὴν τῆς συνηθείας παρατήρη- σιν δῆλον δέ ἴσως ἔσται ἐκ τῶν ῥητῶν.

    ὁριζόμενοι γὰρ τόν τε βαρβαρισμὸν καὶ τὸν σολοικισμόν φασὶ βαρβα- ρισμός ἐστι παράπτωσις ἐν ἁπλῇ λέξει παρὰ τὴν κοινὴν συνήθειαν ʼ καὶ ʼσολοικισμός ἐστι παράπτωσις ἀσυνήθης κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθοςʼ.

    πρὸς ἄ δυνά- μεθα λέγειν εὐθύῃ· ἀλλʼ εἰ ὁ μὲν βαρβαρισμός ἐστιν ἐν ἁπλῇ λέξει ὁ δὲ σολοικισμὸς ἐν συνθέσει λέξεων, δέδεικ- ται δέ ἔμπροσθεν ὡς οὐτε ἁπλῆ ἔστι λέξις τις οὔτε σύν- θεσις λέξεων, οὐδέν ἐστι βαρβαρισμὸς ἢ σολοικισμός.

    πάλιν εἰ ἐν λέξει μιᾷ ὁ βαρβαρισμὸς νοεῖται καὶ ἐν συν- θέσει λέξεων ὁ σολοικισμός, ἀλλʼ οὐκ ἐν τοῖς ὑποκειμένοις πράγμασι, πῶς ἥμαρτον εἰπὼν ‘οῦτοςʼ, δείκνυμι δέ γυ- ναῖκα, ἢ ‘αῦτηʼ, δείκνυμι δὲ νεανίαν ; οὐτε γὰρ ἐσολοί- κισα· οὐ γὰρ σύνθεσιν πολλῶν ἀκαταλλήλων λέξεων προ- ηνεγκάμην,

    ἀλλʼ ἁπίῆν τὴν οὐτος λέξιν ἢ αὕτη οὕτ’ ἐβαρβάρισα οὐδὲν γὰρ ἀούνηθες εἶχεν ἡ οὐτος λέξις, ὡς ἡ παρὰ τοῖς λεξανδρεῦσιν ‘ἐλήλυθανʼ καὶ ‘ἀπελήλυθανʼ.

    Πλὴν τοιαῦτα μέν πολλὰ πρὸς τοὺς γραμματικοὺς ἐν- δέχεται λέγειν ἵνα δέ μμιὴ δοκῶμεν ἐν πᾶσιν ἀπορητικοὶ τυγχάνειν, ἐπὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀναδραμόντες φή- σομεν ὡς εἴπερ ὁ βαρβαρισμὸς παράπτωσίς ἐστι παρὰ τὴν κοινὴν συνήθειαν ἐν μιᾷ λέξει θεωρούμενος, ὡσαύ- τως δέ καὶ ὁ σολοικισμὸς ἐν πολλαῖς λέξεσι τὴν ὑπόστα- σιν λαμβάνων, καὶ ἔστι βάρβαρον μιὲν τὸ † τράπεζα διὰ [*](1 ἀλλὰ τῶν κατὰ αὐτῶν ED: ἀλλὰ τῆ κατὰ οὕτων L || 2 ἀνα- λογίαν G || 3 ἑξομιεν C |〈ς〉 Bekk.: ἔχουσαν Gen. Habr.: om. Herv. || 4 κατʼ αὐτούς G : corr. Bekk. παραπλασόμεθα G: corr. Fabr. || 8 〈καἰ〉 ἐκ dub. Bekk. || 13 ὁ om. LVr || 17 ἡ pro εἰ AB || 31 τράπεσα Fabr. Bekk. Bury)

    54
    τὸ μὴ σύνηθες εἶναι τὸ ῥῆμα, σόλοικον δὲ τὸ πολλὰ περι- πατήσας κοπιᾷ μου τὰ σκέλη’ διὰ τὸ μὴ λέγεσθαι τῇ κοινῇ συνηθείρ, ὡμολόγηται ὅτι ἡ μὲν ἀναλογικὴ τέχνη ὄνομα κενόν ἐστι πρὸς τὸ μὴ βαρβαρίζειν ἢ σολοικίζειν, δεῖ δέ τὴν συνήθειαν παρατηρεῖν καὶ ἀκολούθως αὐτῇ διαλέγεσθαι.

    εἰ μέν γὰρ μετακαθίσαντες λέγοιεν βαρβα- ρισμὸν ἁπλῶς παράπτωσιν ἐν ἁπλῇ λέξει, δίχα τοῦ προσ- θεῖναι τὸ παρὰ τὴν κοινὴν συνήθειαν, καὶ σολοικισμὸν παράςτωσιν κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθον, χωρὶς τοῦ παραλαβεῖν τὸ ἀούνηθες, καὶ χεῖρόν τι κινή- σουσιν ἑαυτοῖς πρᾶγμα. τὰ γὰρ τοιαῦτα καθʼ ὅλην τὴν σύνταξιν 〈ἄν〉 ακολουθοῦντα ἓξουσιν, ‘Ἀθῆναι καλὴ πόλις, Ὁρέ στης καλὴ τραγῳδία, ἡ βουλὴ οἱ ἐξακόσιοιʼ ἃ δεήσει σολοικισμοὺς λέγειν, οὐχὶ δέ γε σολοικισμοὶ τυγ- χάνουσι διὰ τὸ σύνηθες.

    οὐκ ἄρα ψιλῇ τῇ ἀκολουθίᾳ κρι- τέον τὸν σολοικισμόν, ἀλλὰ τῇ συνηθείᾳ.

    Εὗ δʼ ἄν ἔχοι καὶ μετὰ τὴν ἐκ τῆς 〈πρὸς αὐτοὺς〉 ἀκο- λρυθίας καὶ τῶν ῥητῶν ἔνστασιν ἔτι καὶ ἀπὸ τῆς κατὰ τὸ ὅμοιον μεταβάσεως αὐτοὺς δυσωπεῖν.

    εἴπερ γὰρ τοῦ ὁμοίου θεωρητικοὶ καθεστήκασιν, ἐπεὶ τῶ εἰς ἀντικνήμιον τύπτεσθαι ἀνάλογόν ἐστι τὸ εἰς τὴν ῥῖνα τύπτεσθαι καὶ τὸ εἰς τὴν γαστέρα, λέγεται δέ τὸ πρῶτον ἀντικνημιά- ζειν, ἀναλόγως καὶ τὸ γαστρίζειν ἢ μυκτηρίζειν 〈...〉· τὸ δέ αὐτὸ καὶ ἐπὶ τοῦ ἱππάζεσθαι καὶ κατακρημνίζεσθαι καὶ ἡλιάζεσθαι ὑποδεικτέον. οὐ λέγομεν δὲ ταῦτα διὰ τὸ παρὰ τὴν κοινὴν εἶναι συνήθειαν· τοίνυν οὐδὲ τὸ λυήσω οὐδὲ τὸ [*](§ 217 γαστρίζειν cf. Phrynich. p. 178 Rutherford et Lobeck ad Phr. p.95) [*](2 κοπιασμοῦ Gen.: laboris Herv. || 3 ἀναλογικὴ LVrED: ἀνα- λογητικὴ ς || 6 διαλέγεσθαι — βαρβαρισμὸν om. L, in marg. suppl. || 9 καὶ om. Herv. || 10 καὶ scripsi,dub. Bekk.: ὴ G: η Fabr.: ἔτι Bury || 32 〈ἀν〉ακολουθοῦνται Ger. Fabr. Bury || 14 λέ. γει L || 18 ὥδὲία E: ουνακολουθεία D || 17 〈 〉 Heintz 22.23 an ἀντικνημιάζεσθαι . . . γαστρίζεσθαι . . . μυκτηρίζεσθαι club. Bekk. || 23 post μυκτηρίζειν supplendumo vel subaudiendum. puto aliquid simile atque ἐπὶ τοῦ εἰς γαστέρα ἢ ῥῖνα τύπτειν δεήσει λίγειν. || 28 κυήτω B: κνυσω C: corr. Theiler )

    55
    φερήσω καὶ τὰ ἄλλαι πάντα, ἅπερ 〈κατ〉 ἀναλογίαν, ἐστὶν υφειλόμενα λέγεσθαι διὰ τὸ μ κατὰ τὴν συνθειαν λέγε- σθαι.

    οὐ μρν ἀλλʼ εἴπερ ἄρίστα μέν θρακιστὶ ὁιαλέγεσθαί ψαμεν τὸν ὡς σύνηθές ἐστι ἀἀραξὶ ὁιαλεγόμενον, καὶ κάλ- λιστα ῥωμαιστὶ τὸν ὡς σύνηθες Ῥωμαίοις, ἀκολουθήσει καὶ τὸ ἑλληνιστὶ ὑγιῶς διαλέγεσθαι τὸν ὡς σύνηθες Ἥλλη- σι διαλεγόμενον, ἐὰν τ συνηθεία ἀλλὰ μὴ τ διατάξει κατακολουθῶμεν. τῆ ἄρα συνηθείᾳ, οὐ τ ἀναλογία κατακολουθοῦντες ἑλληνιοῦμεν.

    καθόλου τε ἤτοι σύμφω- νός ἐστι τ συνηθεία ἡ ἀναλογία δίφωνος. 10αὶ εἰ μέν σύμφωνος, πρῶτον μὲν ὡς ἐκείνη οὐκ ἔστι τεχνική, οὕτως οὐδὲ αὕτη γενήσεται τέχνη· τὸ γὰρ ἀτεχνίᾳ συμφωνοῦν πάντως καὶ αὐτό ἐστιν ἄτεχνον. καὶ ἄλλως, 〈εὶ〉 τὸ κατ’ ἐκείνην ἑλληνικὸν καὶ κατὰ ταύτην ἐκείνῃ συμφωνοῦσαν γενήσεται ἑλληνικόν, καὶ τὸ κατ’ ἐκείνην ἔσται τοιοῦτον.

    τούτου δʼ οὕτως ἔχοντος οὐ δεησόμεθα τῆς ἀναλογίας πρὸς διάγνωσιν τοῦ ἑλληνισμοῦ, ἔχοντες εἰς τοῦτο τὴν συνήθειαν. εἰ δὲ διάφωνός ἓστιν αὕτη, πάντως ἑτέραν εἰσηγουμένη συνήθειαν παρʼ ἐκείνην καὶ οἱονεὶ βάρβαρον ἀδόκιμος γενήσεται καὶ ὡς προσκοπὴν ἐμποιοῦσα τελέως ἄχρηστος.