Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Τὴν πρὸς τοὺς ἀπὸ τῶν μαθημάτων ἀντίρρησιν κοινό- τερον μὲν διατεθεῖσθαι δοκοῦσιν οἵ τε περὶ τὸν Ἐπίκου- ρον (fr. 227 Us.) καὶ οἱ ἀπὸ τοῦ Πύρρωνος, οὐκ ἀπὸ τῆς αὐτῆς δέ διαθέσεως, ἀλλʼ οἱ μὲν περὶ τὸν Ἐπίκουρον ὡς τῶν μαθημάτων μηδέν συνεργούντων πρὸς σοφίας τελεί- ωσιν, ἤ, ὥς τινες εἰκάζουσι, τοῦτο προκάλυμμα τῆς ἑαυ- τῶν ἀταιδευσίας εἶναι νομίζοντες (ἐν πολλοῖς γὰρ ἀμα- θὴς Ἐπίκουρος (p. 89, 30 Us.) ἐλέγχεται, οὐδὲ ἐν ταῖς κοιναῖς ὁμιλίαις καθαρεύων),

τάχα δέ καὶ διὰ τὴν πρὸς τοὺς περὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ τοὺς ὁμοίους δυσμένειαν πολυμιαθεῖς γεγονότας· οὐκ ἀπέοικε δέ καὶ διὰ τὴν πρὸς Ναυσιφάνην (A 7 Diels) τὸν Πύρρωνος ἀκουστὴν ἔχθραν· πολλοὺς γὰρ τῶν νέων συνεῖχε καὶ τῶν μαθημάτων σπουδαίως ἐπεμελεῖτο, μάλιστα δέ ῥη- τορικῆς·

γενόμενος οὖν τούτου μαθητὴς ὁ Ἐπίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφυὴς φιλό- σοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τήν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἔσπευδε, πολύς τε ἐγίνετο τῶν μαθη- μάτων κατήγορος, ἐν οἷς ἐκεῖνος ἐσεμνύνετο.

φησὶ (fr. 114 Us.) γοῦν ἐν τῇ πρὸς τούς ἐν Μυτιλήνῃ φιλο- σόφους ἐπιστολῇ ‘οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων [*](σέξτου ἐμπειρικοῦ ὑπομνημάτων τὸ πρῶτον πρὸς τοὺς μαθημα- τικούς tit. N || 1 ἀντέρησιν N || 2 διατίθεσθαι N || 4 δέ om. LVr | ἀλλʼ εἰ μὲν NL: ἀλλὁς μὲν D || 6 εἰσάξουσι N || 7 πολ- λῆς L || 7.8 ἐπίκουρος ἀμαθὴς ED || 9 καθαίρων N | διὰ. τὸν VC || 10 ὁμοίως D || 12 ναυσιφάνη NELVr: ναισιφάνη D πύρρων N || 13 ἐχθρὸν N || 16 ὑπέρ τὸ D | φιλόσοφος om. Crönert (lapsu ca- lami ?) || 18 ἔσπουδε L | πολὺς οὖν ἐγένετο N || 20 μυτυλήνη N: μιτυ- λήνη LEABV RVr || 21 τοὺςἐξαριστόνους(?) N || 22 δοξάζειν Crönert | πνεύμονος A B: πλεύμονος R | μεικίων D )

2
τινῶν κραιπαλώντων ἀκούσαντα ʼ, νῦν πλεύμονα καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον· καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκο | πὴν λέγων ‘καὶ γὰρ πονηῥὸς ἄνθρωπος ἧν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖνʼ, αἰνισσόμενος τὰ μαθήματα.

πλὴν ὁ μὲν Ἐπίκου- ρος, ὡς ἄν τις εἰκοβολῶν εἴποι, ἀπὸ τοιούτων τινῶν ἀφορμῶν πολεμεῖν τοῖς μαθήμασιν ἠξίου, οἱ δέ ἀπὸ Πύρρωνος οὔτε διὰ τὸ μηδέν συνεργεῖν αὐτὰ πρὸς σοφίαν, δογματικὸς γὰρ ὁ λόγος, οὔτε διὰ τὴν προσοῦσαν αὐτοῖς ἀπαιδευσίαν· σὺν γὰρ τῷ πεπαιδεῦσθαι καὶ πολυπειροτέ- ρους παρὰ τοὺς ἄλλους ὑπάρχειν φιλοσόφους ἔτι καὶ 〈ἀ〉διαφόρως ἔχουσι πρὸς τὴν παρὰ τοῖς πολλοῖς δόξαν·

καὶ μὴν οὐδέ δυσμενείας χάριν τῆς πρός τινας (μακρὰν γὰρ αὐτῶν τῆς πραότητός ἐστιν ἡ τοιαύτη κακία)· ἀλλὰ τοι- οῦτόν τι ἐπὶ τῶν μαθημάτων παθόντες ὁποῖον ἐφʼ ὅλης ἔπαθον τῆς σοφίας. καθὰ γὰρ ἐπὶ ταύτην ἦλθον πόθῳ τοῦ τυχεῖν τῆς ἀληθείας, ἰσοσθενεῖ δέ μάχῃ καὶ ἀνω- μαλία τῶν πραγμάτων ὑπαντήσαντες ἐπέσχον, οὕτω καὶ ἐπὶ τῶν μαθημάτων ὁρμήσαντες ἐπὶ τὴν ἀνάληψιν αὐτῶν, ζητοῦντες καὶ τὸ ἐνταῦθα μαθεῖν ἀληθές, τὰς δέ ἴσας εὑρόντες ἀπορίας, οὐκ ἀπεκρύψαντο.

διόπερ καὶ ἡμεῖς τὴν αὐτὴν τούτοις ἀγωγὴν μεταδιώκοντες πειρασόμεθα χωυρὶς φιλονεικίας τὰ πραγματικῶς λεγόμενα πρὸς αὐτὰ ἐπιλεξάμενοι θεῖναι.

Τὸ μέν οὖν διδάσκειν ἀπὸ τίνος ἐγκύκλια προσηγόρευ- ται μαθήματα καὶ πόσα τὸν ἀριθμόν ἐστι, περιττὸν ἡγοῦμαι, ἱκανὴν ἤδη τὴν περὶ τούτων ἔχοντας [*](1 κραιπαλῶντος Crönert: κρα, suquitur lacuna 9 litt. N | πνεύ- μονα A B: πλεύμονα R || 2 ναυσιφάνη NED || 2.3 πολλὰ δὲ Gen. Fabr. || 3 ὑπεφαίνει L || 4 παρακοπὴν Crönert | an πόρνης ἄν- θρωπος E picurus scrppserit Crönert dub. || 5 ταῦτα N | δύναται N [ 7 εἰκονοβολῶν A B εἰκοβολῶν R corr. | τινῶν om. N a. c. || 11 πολυ- πειρότεροι coni. Bakk. Bury || 13 ἀδιαφόρως Bekk.: διαφόρως G | 17 σοφίας N: φιλοσοφίμς cett. || 18 μὰχη καί : μάχης cett. recte coniecerat Burp || 18 ὑπαντήσαντες — 20 μαθημιάτων om. N mg suppl. || 20 ἀντίληψιν N || 21 τὸ om. N || 22 οὑ κατεκρύψαντο D || 24 αὑτὰ fort. N, ci. Bekk.: αὑτοὺς cett. || 2 〈πρὸς〉 ἰκανὴν Bekk )

3
σιν γινομένης ἡμῖν τῆς διδασκαλίας.

ὃ δέ ἐστιν ἀναγκαῖον ἐπὶ τοῦ παρόντος, ὑποδεικτέον ὅτι τῶν λεγομένων πρὸς τὰ μαθήματα τὰ μὲν καθολικῶς λέγεται πρὸς πάντα τὰ μαθήματα, τὰ δὲ ὡς πρὸς ἕκαστα, καὶ καθολικώτερον μέν τὸ περὶ τοῦ μηδὲν εἶναι μάθημα, ἰδιαίτερον δέ πρὸς μέν γραμματικούς, εἰ τύχοι, περὶ τῶν τῆς λέξεως στοι | χείων, πρὸς δέ γεωμέτρας περὶ τοῦ μὴ δεῖν ἐξ ὑπσθέσεως λαμ- βάνειν τὰς ἀρχάς, πρὸς δέ μουσικοὺς περὶ τοῦ μηδὲν εἶναι φωνὴν μηδὲ χρόνον. ἴδωμεν δὲ τάξει πρῶτον τὴν καθολικωτέραν ἀντίρρησιν.

Εἰ ἔστι μάθημαι

Τὴν μὲν οὖν γενομένην παρὰ τοῖς φιλοσόφοις περὶ μαθήσεως διαφωνίαν πολλὴν καὶ ποικίλην οὖσαν οὐ τοῦ παρόντος ἐστὶ καιροῦ ἐπικρίνειν ἀπόχρη δὲ παραστῆσαι ὡς εἴπερ ἔστι τι μάθημα καὶ τοῦτο ἀνυστὸν ἀνθρώπῳ, τέσσαρα δεῖ προομολογήσασθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα, τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθή- σεως. οὔτε δὲ τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, καθάπερ ὑποδείξομεν. οὐκ ἄρα ἔστι τι μάθημα.

Περὶ τοῦ διδασκομένου

Καὶ δὴ περὶ τοῦ πρώτου λέγοντες πρῶτόν φαμεν ὡς εἴπερ διδάσκεταί τι, ἤτοι τὸ ὄν τῷ εἶναι διδάσκεται ἢ τὸ μὴ ὄν τῷ μὴ εἶναι. οὔτε δὲ τὸ ὄν τῷ εἶναι διδάσκεται οὔτε τὸ μὴ ὄν τῷ μὴ εἶναι, καθάπερ παραστήσομεν· οὐκ ἄρα διδάσκεταί τι. καὶ δὴ τὸ μὴ ὄν τῷ μὴ εἶναι οὐκ ἂν διδάσκοιτο· εἰ γὰρ διδάσκεται, διδακτόν ἐστι, διδακτὸν δὲ καθεστὼς τῶν ὄντων γενήσεται,

καὶ διὰ τοῦτο ἔσται [*](§ 9 M XI 218 ∼ PH III 252 || 10–11 M XI 219, cf. PH III 256) [*](4 τὰ δέ ὡς G: τὰ δʼ ἰδίως Bury || 11 οὖν om. N || 14 τι om. ED 20 ᾶόν in marg. E || 22 δὲ om. Ν || 23 μὴ alt. om. D || 24 διδάσκον- ταί A | τὸ 〈μέν 〉 μὴ ὄν Bekk. | post εἶναι add. διδάσκεται B corr. | 26 καθεστὸς N: καθεστῶς LE | ἔσται LED ς: ἄρα N: fortasse ἅμα 1 BT Sextus Empiricus. Vol. III [1915] )

4
μὴ ὄν τε καὶ ὄν· οὐχὶ δέ γε δυνατόν ἐστι τὸ αὐτὸ καὶ ὄν τε καὶ μὴ ὂν ὑπάρχειν; οὐκ ἄρα τὸ μὴ) ὂν τῷ μὴ εἶναι διδάσκεται. τῷ τε μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ διδάσκεσθαι συμβήσεται· ἕν γάρ τι ἦν τῶν συμβεβηκότων καὶ τὸ διδάσκεσθαι τοίνυν οὐδὲ ταύτῃ διδακτόν ἐστι τὸ μὴ ὄν.

καὶ μὴν τὸ διδασκόμενον φαντασίαν κινοῦν εἰς μάθησιν ἡμῖν ἔρχεται, τὸ δέ μὴ ὂν ἀδυνατοῦν φαντασίαν κινεῖν οὐδὲ διδακτόν ἐστιν. ἔτι δέ οὐδʼ ὡς ἀληθὲς τὸ μὴ ὄν ἐστιν. οὔτε γὰρ τῶν μὴ ὄντων ἐστὶ τἀληθές οὕτε τι ἀληθές ὡς μὴ ὄν διδακτόν. ἐστιν. εἰ δὲ καὶ μηδὲν ἀληθές, εἴπερ διδακτόν ἐστιν, τῶν γὰρ ὄντων ἐστὶ τὸ ἀληθές, ἀδίδακτον ἄρα τὸ μὴ ὄν. μηδʼ ἀληθές διδάσκεται.

εἰ δέ μηδὲν ἀληθὲς διδάσκε- ται, πᾶν τὸ διδασκόμενον ψεῦδός ἐστιν· ὅπερ ἀλογώτατον ὑπάρχει. οὐ τοίνυν τὸ μ ὂν διδάσκεται. ἤτοι γὰρ τὸ διδασκόμενον ψεῦδός ἐστιν ἢ ἀληθές. ἀλλὰ ψεῦδος μὲν ἀλογώτατον, τὸ δὲ ἀληθὲς ὂν ὑπῆρχεν. οὐκ ἄρα τὸ μὴ ὂν διδακτόν.

καὶ μὴν οὐδὲ τὸ ὂν τῷ εἶναι διδακτόν ἐστιν, ἐπειδήπερ τῶν ὄντων πάσι φοαινομένων ἐπʼ ἴσης πάντα ἔσται διδακτά. ᾧ ἀκολουθ ήσει τὸ μηδὲν εἶναι διδακτόν· δεῖ γὰρ ὑποκεῖσθαί τι ἐδίδακτον, ἵνα ἐκ τοῦ γινωσκομέ - νοῦ γένηται ἡ τούτου μάθησις. τοίνυν οὐδὲ τὸ ὄν τῷ εἶναι διδάσκεται.

[*](§ 12– 13 ∼ M XI 220– 221 ||14 ∼ MXI 222,cf. PH III 254 et 257)[*](2 τε del. Bekk. || 3 τῷ τε δἐ μὴ A || 7 ἔρχεται ἡμῖν N || 9 ὡς E: om. D. | ὂν 〈ἰδιδακτόν〉 ἑ. Bekk. 11 καὶ N: om. cett. εἴπερ N: ὡς μὴ ὂν cett. εἰ — 12 ἑστι del. schol. N || 13 μιηδʼ ἀλ. διδάσκεται N: del. schol. N.: om. cett.: εἴπερ δὲ διδακτόν ἐστι τὸ μὴ ὄν, οὐδὲν ἀληθές διδάσκεται Heintz nescius codicis N || 9 – 13 cf. praef. X, hic tantum praebetur ||, 8 – 14 glossa τῶν ἀντιγράφων ἐνέτυχον, οὕτως ἔχει ἡ γρ(αφή), καθάπερ ἐν τῷ ἐδάφει κεῖται. μήποτε δέ οὕτως γρ(απτέον)· οὔτε τι εληθὲς ὡς μὴ ὂν διδακτόν εστι· τῶν γὰρ ὄντων ἐστὶ τάληθές· ἀδίδακτον ἄρα τὸ μὴ ὄν· εἰ δέ μηδὲν ἀληθές διδάσκεται, πᾶν τὸ διδασκόμενον ψεῦ(δος) sup. marg. N a librario, ut videtur, ipso scripta || 18 μὴν om. ED || 20 διδακτά Harder; ἀδίδακτα G: post ἀδίὸακτα add. 〈καὶ ἄλλως· εἰ τὸ ὄν τῷ εἶναι διδακτόν ἐστιν, οὐδὲν ἔσται ἀδίδακτον〉 Heintz coll. PH III 257 et M XI 222 || 22 τῷ NABV : οὐδέ τὸ LVr: ὡς ED )
5

Ὁ δὲ ὅμοιος τῆς ἀπορίας γενήσεται τρόπος καὶ πρὸς τοὺς ἐροῦντας τὸ οὐ τι ὂν ἢ τὶ διδάσκεσθαι. εἰ γὰρ τὸ οὖ τι ὂν διδάσκοιτο, ἔσται ᾗ διδάσκεται τί, καὶ διὰ τοῦτο 〈τὸ〉 αὐτὸ τἀναντία οὔτι καὶ τὶ ἔσται, ὅπερ ἦν τῶν ἀδυνάτων. τῷ τε οὔτινι οὐδὲν συμβέβηκεν, διὸ οὐδὲ τὸ διδάσκεσθαι· καὶ γὰρ τοῦτο τῶν συμβεβηκότων ἐστίν.

οὐ τοίνυν τὸ οὔτι διδάσκεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν καὶ τὸ τὶ τῶν ἀδιδάκτων γενήσεται· εἰ γὰρ διὰ τοῦτο διδακτὸν ἔσται ὅτι ἔστιν, οὐδὲν ἀδίδακτον ἔσται, ᾧ ἕπεται τὸ μηδὲν εἶναι διδακτόν.

καὶ μὴν εἰ διδάσκεται 〈τὸ〉 τί, ἤτοι διὰ τῶν οὐτινῶν διδαχθήσεται ἢ διὰ τῶν τινῶν. ἀλλὰ διὰ μέν τῶν οὐτινῶν οὐχ οἷόν τε διδαχθῆναι ἀν- υπόστατα γάρ ἐστι τῇ διανοία ταῦτα κατὰ τούς ἀπὸ τῆς στοᾶς (fr. II 330 Arn.). λείπεται οὖν διὰ τῶν τινῶν γίνεσθαι τὴν μάθησιν.

ὃ πάλιν ἄπορόν ἐστιν· ὥσπερ γὰρ αὐτὸ τὸ διδασκόμενον κατὰ τοῦτο διδάσκεται καθὸ τί ἐστιν, οὕτως ἐπεὶ καὶ τὰ ἐξ ὧν ἡ μάθησις τινά ἐστι, 〈πάντα〉 γενήσεται διδακτά. καὶ ταύτῃ μηδενὸς ὄντος 〈ἀ 〉διδάκτου ἀναιρεῖται ἡ μάθησις.

Ἄλλως τε, ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, δεήσει τὰ διδασκόμενα τινὰ ὄντα ἤτοι σώ- ματα εἶναι ἀσώματα· οὔτε δέ σώματα δύναται ὑπ- άρχειν οὔτε ἀσώματα, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τινὰ διδασκόμενα.

Περὶ σώματος

Τὸ μὲν οὖν σῶμα, καὶ μιάλιστα κατὰ τοὺς Στωικούς (cf. fr. II 170 Arn.), οὐκ ἄν εἴη τῶν διδακτῶν δεῖ γὰρ τὰ διδασκόμενα λεκτὰ τυγχάνειν, τὰ δέ σώματα οὐκ ἔστι λεκτά, διόπερ οὐ διδάσκεται. εἴπερ δέ τὰ σώματα μήτε [*](§ 19—20 M XI 224—225, cf. PH III 255) [*](2 οὐ τί ὂν bis N: οὐ τί LE: οὐ τί cett. || 3 〈τὸ〉 dub. Bekk. add. Bury || 9 ὅτι〈τὶ〉ἔστιν Heintz Bury || 10 〈τὸ 〉 add. Heintz 11 διδαχθήσεται — 12 οὐτινῶν om. N. suppl. signo apposito in marg. || 12 μὲν διὰ VC || 18 〈πάντα〉 addidi || 19 ἀδιδάκτου Heintz Bury: διδακτοῦ G || 22 δύναντα N || 28 δέ G: τε dub Bekkr. )

6
αἰσθητά ἐστι μήτε νοητά, δῆλον ὡς οὐδὲ διδακτὰ γενήσε- ται. αἰσθητὰ μὲν οὖν οὐκ ἔστιν, ὡς ἐκ τῆς ἐννοίας αὐτῶν συμφανές.