Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἀλλ’ οὐδὲ τὸ ἀποτέλεσμα τοῦ αἰτίου ὧς ἀποτέλεσμα αὐτοῦ καταλαβεῖν δυνάμεθα, ἐὰν μὴ καταλάβωμεν τὸ αἴτιον τοῦ ἀποτελέσματος ὡς αἴτιον αὒτοῦ· τότε γὰρ καὶ ὅτι ἀποτέλεσμά ἐστιν αὐτοῦ γινώσκειν δοκοῦμεν, ὅταν τὸ αἴτιον αὐτοῦ ὧς αἴτιον αὐτοῦ καταλάβωμεν.

εἰ οὖν, ἴνα μὲν ἐννοήσωμεν τὸ αἴτιον, δεῖ προεπιγνῶναι τὸ ἀποτέλεσμα, ἴνα δὲ τὸ ἀποτέλεσμα γνῶμεν, x003E; ἔφην, δεῖ προεπίστασθαι τὸ αἴτιον, ὁ διάλληλος τῆς ἀπορίας τρόπος ἄμφω δείκνυσιν ἀνεπινόητα, μήτε τοῦ αἰτίου ὧς αἰτίου μήτε τοῦ ἀποτελέσματος ὡς ἀποτελέσματος ἐπινοεῖσθαι δυναμένου· ἑκατέρου γὰρ αὐτῶν δεομένου τῆς παρὰ θατέρου πίστεως, οὐχ ἕξομεν ἀπὸ τίνος αὐτῶν ἀρξόμεθα τῆς ἐννοίας. διόπερ οὐδὲ ἀποφαίνεσθαι δυνησόμεθα, ὅτι ἔστι τὶ τινὸς αἴτιον.

ἵνα δὲ καὶ ἐννοεῖσθαι δύνασθαι τὸ αἴτιον συγχωρήσῃ τις, ἀκατάληπτον ἂν εἶναι νομισθείη διὰ τὴν διαφωνίαν. οἱ μὲν γάρ φασιν <εἶναι τὶ τινὸς αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δ’ ὃς γάρ φησιν> εἶναι <τὶ> τινὸς αἴτιον, ἤτοι ἀπλῶς μηδεμιᾶς ὁρμώμενος αἰτίας εὐλόγου τοῦτό φησι λέγειν, ἢ διά τινας αἰτίας ἐπὶ τὴν συγκατάθεσιν ταύτην ἰέναι λέξει. καὶ εἰ μὲν ἁπλῶς, οὐκ ἔσται πιστότερος τοῦ λέγοντος ἁπλῶς μηδὲν εἶναι μηδενὸς αἴτιον· εἰ δὲ αἰτίας λέξει δι’ ἃς εἶναι <τὶ> τινὸς αἴτιον νομίζει, τὸ ζητούμενον διὰ τοῦ παριστᾶν ἐπιχειρήσει· ζητούντων γὰρ ἡμῶν, εἰ ἐστι τὶ τινὸς αἴτιον, αὐτὸς ὡς αἰτίας οὔσης τοῦ εἶναι αἴτιον αἴτιον εἶναι φησίν.

καὶ ἄλλως, ἐπεὶ περὶ τῆς ὑπάρξεως τοῦ αἰτίου ζητοῦμεν, δεήσει πάντως αὐτὸν καὶ τῆς αἰτίας τοῦ εἶναί τι αἴτιον αἰτίαν παρασχεῖν, κἀκείνης ἄλλην, καὶ [*](5 αὐτοῦ prius om. T 8 add. T (ut dixi) 16 a—17 add. T (hii quidem igitur esse aliquid alicuius causam. hii autem non esse. hii vero destiterunt qui dicit igitur) 11 τι add. Τ 18 λέγειν om. T 21 δὲ MLT: καὶ EAB: δὲ καὶ Gen. 22 τι add. Bekk. ΙΙ νομίζει Bekk.: νομίζοι GT (estimetn) 24 τοῦ εἶναι Τ (essentie cause), Stephanus: τὸ εἶναι G)

v.1.p.140
μέχρις ἀπείρου. ἀδύνατον δὲ ἀπείρους αἰτίας παρασχεῖν· ἀδύνατον ἄρα διαβεβαιωτικῶς ἀποφῆναι, ὅτι ἐστὶ τὶ τινὸς αἴτιον.

πρὸς τούτοις ἤτοι ὂν καὶ ὑφεστὼς ἤδη αἴτιον τὸ αἲτιον ποιεῖ τὸ ἀποτέλεσμα, ἢ μὴ ὂν αἴτιον. καὶ μὴ ὂν μὲν οὐδαμῶς· εἰ δὲ ὄν, δεῖ αὐτὸ πρότερον ὑποστῆναι καὶ προγενέσθαι αἴτιον, εἶθ’ οὕτως ἐπάγειν τὸ ἀποτέλεσμα, ὅπερ ὐπ’ αὐτοῦ ἀποτελεῖσθαι λέγεται ὄντος ἤδη αἰτίου. ἀλλ’ ἐπεὶ πρός τι ἐστὶ τὸ αἴτιον καὶ πρὸς τὸ ἀποτέλεσμα, σαφὲς ὅτι μὴ δύναται τούτου ὧς αἴτιον προυποστῆναι· οὐδὲ ὂν ἄρα αἴτιον τὸ αἴτιον ἀποτελεῖν δύναται τὸ οὗ ἐστιν αἴτιον.

εἰ δὲ μήτε μὴ ὂν αἴτιον ἀποτελεῖ τι μήτε ὄν, οὐδὲ ἀποτελεῖ τι· διὸ οὐδὲ αἴτιον ἔσται· ἄνευ γὰρ τοῦ ἀποτελεῖν τι τὸ αἴτιον οὐ δύναται ὧς αἴτιον νοεῖσθαι. ὅθεν κἀκεῖνο λέγουσί τινες· τὸ αἴτιον ἤτοι συνυφίστασθαι δεῖ τῷ ἀποτελέσματι ἢ πρου·φίστασθαι τούτου ἢ <εἶναι> μετὰ τὸ γίνεσθαι <ἀποτέλεσμα> τὸ μὲν οὖν λέγειν, ὅτι τὸ αἴτιον εἰς ὐπόστασιν ἄγεται μετὰ τὴν γένεσιν τοῦ ἀποτελέσματος αὐτοῦ μὴ καὶ γελοῖον ἠ’. ἀλλ’ οὐδὲ προυφίστασθαι δύναται τούτου· πρὸς αὐτὸ γὰρ νοεῖσθαι λέγεται, τὰ δὲ πρός τι φασὶν αὐτοί,

καθὸ πρός τι ἐστίν, συνυπάρχειν καὶ συννοεῖσθαι ἀλλήλοις. ἀλλ’ οὐδὲ συνυφίστασθαι· εἰ γὰρ ἀποτελεστικὸν αὐτοῦ ἐστιν, τὸ δὲ γινόμενον ὑπὸ ὄντος ἤδη γίνεσθαι χρή, πρότερον δεῖ τὸ αἴτιον γενέσθαι αἴτιον, εἶθ’ οὕτως ποιεῖν τὸ ἀποτέλεσμα. εἰ οὖν τὸ αἴτιον μήτε προὑφίσταται τοῦ ἀποτελέσματος αὐτοῦ μήτε συνυφίσταται τούτῳ, ἀλλ’ οὐδὲ τὸ <τὸ ἀποτέλεσμα> πρὸ αὐτοῦ γίνεται, μήποτε οὐδὲ ὑποστάσεως ὅλως μετέχει.

σαφὲς δὲ ἴσως ὅτι καὶ διὰ τούτων ἡ ἐπίνοια τοῦ αἰτίου πάλιν περιτρέπεται. εἰ γὰρ τὸ αἴτιον ὡς μὲν πρός τι οὐ δύναται τοῦ ἀποτελέσματος αὐτοῦ προεπινοηθῆναι, ἴνα δὲ ὧς αἴτιον τοῦ ἀποτελέσματος αὐτοῦ νοηθῇ, δεῖ αὐτὸ προ- [*](§§ 26—28 ~ adv. dogm. III 232—236.) [*](10 suppl. e Τ (aut esse postquam fiat effectus) 11 λέγειν G: differre T 20 add. T (sed neque effectus est ante eam), coniecerat Kayser)

v.1.p.141
επινοεῖσθαι τοῦ ἀποτελέσματος αὐτοῦ, ἀδύνατον δὲ προ- επινοηθῆναί τι ἐκείνου οὗ προεπινοηθῆναι [τι] οὐ δύναται, ἀδύνατόν ἐστιν ἐπινοηθῆναι τὸ αἴτιον.

‘Εκ τούτων οὖν λοιπὸν ἐπιλογιζόμεθα, ὅτι <εἰ> πιθανοὶ μέν εἰσιν οἱ λόγοι καθ’ οὓς ὑπεμνήσαμεν ὡς χρὴ λέγειν αἴτιον εἷναι, πιθανοὶ δὲ καὶ οἱ παριστάντες, ὅτι μὴ προσήκει αἴτιον εἶναί τι ἀποφαίνεσθαι, καὶ τούτων προκρίνειν τινὰς οὐκ ἐνδέχεται, μήτε σημεῖον μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἡμῶν ἐχόντων, ὧς ἔμπροσθεν παρεστήσαμεν, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ὑποστάσεως τοῦ αἰτίου, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναί τι αἴτιον λέγοντας ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν.

  • ’ς περὶ ὑλικῶν ἀρχῶν.
  • Περὶ μὲν οὖν τῆς δραστικῆς τοσαῦτα νῦν ἀρκέσει λελέχθαι· συντόμως δὲ καὶ περὶ τῶν ὑλικῶν καλουμένων ἀρχῶν λεκτέον. ὅτι τοίνυν αὗταί εἶσιν ἀκατάληπτοι, ἄληπτοι, ῥᾴδιον συνιδεῖν ἐκ τῆς περὶ αὐτῶν γεγενημένης διαφωνίας παρὰ τοῖς δογματικοῖς. Φερεκύδης μὲν γὰρ ὁ Σύριος γῆν εἷπε τὴν πάντων εἶναι ἀρχήν, Θαλῆς δὲ ὁ Μιλήσιος ὓδωρ, ‘Αναξίμανδρος δὲ ὁ ἀκουστὴς τούτου τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Διογενὴς ὁ ‘Απολλωνιάτης ἀέρα, Ἳππασος δὲ ὁ Μεταποντῖνος πῦρ, Ξενοφάνης δὲ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ [*](14α) Χῖος πῦρ καὶ ἀέρα, Ἵππων δὲ ὁ ’Ιππων πῦρ καὶ ὓδωρ, Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς πῦρ καὶ ὕδωρ καὶ γῆν,.

    οἱ δὲ περὶ τόν ‘Εμπεδοκλέα καὶ τοὺς [*](§§ 30—32 ~ adv. dogm. III 359—364 (cf. Doxogr. p. 248 sqq. Diels).) [*](27 τι del. Bekk. 28 <ἄρα> ἐστὶν Gen. 29 λοιπὸν om. ΜΤ ΙΙ εἰ Τ (quod si): ἐπεὶ Bekk.: om. G 5 δραστικῆς <αἰτίας> Τ (de . . . agenti causa) 9 γὰρ om. EAB 16 καὶ τοὺς Τ (qui autem circa empedoclem et stoicos) A: πρὸς τοὺς MLEB cf. p. 462,3.)

    v.1.p.142
    Στωικοὺς πῦρ ἀέρα ὕδωρ γῆν — περὶ γὰρ τῆς τερατολογουμένης ἀποίου παρά τισιν ὕλης, ἣν οὐδὲ αὐτοὶ καταλαμβάνειν διαβεβαιοῦνται, τί δεῖ καὶ λέγειν; οἱ δὲ περὶ Ἀριστοτέλην τὸν Περιπατητικὸν πῦρ ἀέρα ὕδωρ γῆν τὸ κυκλοφορητικὸν σῶμα,

    Δημόκριτος δὲ καὶ Ἐπίκουρος ἀτόμους, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικληθεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἡρακλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους, οἱ δὲ περὶ Πυθαγόραν τούς ἀριθμούς, οἱ. δὲ μαθηματικοὶ τά πέρατα τῶν σωμάτων, Στράτων δὲ ὁ φυσικὸς τὰς ποιότητας.

    τοσαύτης τοίνυν καὶ ἔτι πλείονος διαφωνίας γεγενημένης περὶ τῶν ὑλικῶν ἀρχῶν παρ’ αὐτοῖς, ἤτοι πάσαις συγκαταθησόμεθα ταῖς κειμέναις στάσεσι καὶ ταῖς ἄλλαις ἢ τισίν. ἀλλὰ πάσαις μὲν οὐ δυνατόν· οὐ γὰρ δήπου δυνησόμεθα καὶ τοῖς περὶ Ἀσκληπιάδην συγκατατίθεσθαι , θραυστὰ στᾶ εἶναι τὰ στοιχεῖα λέγουσι καὶ ποιά, καὶ τοῖς περὶ Δημόκριτον, ἄτομα ταῦτα εἶναι φάσκουσι καὶ ἄποια, καὶ τοῖς περὶ Ἀναξαγόραν, πᾶσαν αἰσθητὴν ποιότητα περὶ ταῖς ὁμοιομερείαις ἀπολείπουσιν.

    εἰ δέ τινα στάσιν τῶν ἄλλων προκρινοῦμεν, ἤτοι ἁπλῶς καὶ ἄνευ ἀποδείξεως προκρινοῦμεν ἢ μετὰ ἀποδείξεως. ἄνευ μὲν οὖν ἀποδείξεως οὐ συνθησόμεθα· εἰ δὲ μετὰ ἀποδείξεως, ἀληθῆ δεῖ τὴν ἀπόδειξιν εἶναι. ἀληθὴς δὲ οὐκ ἄν δοθείη μὴ οὐχὶ κεκριμένη κριτηρίῳ ἀληθεῖ, ἀληθὲς δὲ κριτήριον εἶναι δείκνυται δι’ ἀποδείξεως κεκριμένης.

    εἰ τοίνυν, ἴνα μὲν ἡ ἀπόδειξις ἡ προκρίνουσά τινα στάσιν ἀληθὴς εἶναι δειχθῇ , δεῖ τὸ κριτήριον τήριον αὐτῆς ἀποδεδεῖχθαι, ἵνα δὲ τὸ κριτήριον ἀποδειχθῇ, δεῖ τὴν ἀπόδειξιν αὐτοῦ προκεκρίσθαι, ὁ διάλληλος εὑρίσκεται τρόπος, ὃς οὐκ ἐάσει προβαίνειν τὸν λόγον, τῆς μὲν ἀποδείξεως ἀεὶ κριτηρίου δεομένης ἀποδεδειγμένου, τοῦ κριτηρίου δὲ ἀποδείξεως κεκριμένης.

    εἰ δὲ ἀεὶ τὸ κριτήριον [*](30 ἄλλαις ML: ὅλαις EAB: et dliis etiam Τ 1 ποιά Gen.: τοῖα GT (talia) 3 περὶ G: ἐν T (in) 6 οὐ—7 ἀποδείξεως G: manifestum est qui (i. e. quiaT) T 7 συγκαταθησόμεθα Bekk. dubit. 11 ἀληθὴς EABT (vera): ἀληθὲς ML)

    v.1.p.143
    κριτηρίῳ κρίνειν καὶ τὴν ἀπόδειξιν ἀποδείξει ἀποδεικνύναι βούλοιτό τις, εἰς ἄπειρον ἐκβληθήσεται. εἰ τοίνυν μήτε πάσαις ταῖς περὶ στοιχείων στάσεσι δυνάμεθα συγκατατίθεσθαι μήτε τινὶ τούτων, ἐπέχειν προσήκει περὶ αὐτῶν.

    Δυνατὸν μὲν οὖν ἴσως ἐστὶ καὶ διὰ τούτων μόνων ὑπομιμνῄσκειν τὴν τῶν στοιχείων καὶ τῶν ὑλικῶν ἀρχῶν ἀκαταληψίαν· ἴνα δὲ καὶ ἀμφιλαφέστερον τοὺς δογματικοὺς ἐλέγχειν ἔχωμεν, ἐνδιατρίψωμεν συμμέτρως τῷ τόπῳ. καὶ ἐπεὶ πολλαὶ καὶ σχεδὸν ἄπειροί τινές εἰσιν αἱ περὶ στοιχείων δόξαι, καθὼς ὑπεμνήσαμεν, τὸ μὲν πρὸς ἐκάστοιχείων λέγειν εἰδικῶς νῦν παραιτησόμεθα διὰ τὸν χαρακτῆρα τῆς συγγραφῆς, δυνάμει δὲ πρὸς πάσας ἀντεροῦμεν. ἐπεὶ γὰρ ἣν ἂν τις εἴπῃ περὶ στοιχείων στάσιν, ἤτοι ἐπὶ σώματα κατενεχθήσεται ἢ ἐπὶ ἀσώματα, ἀρκεῖν ἡγούμεθα ὐπομνῆσαι, ὅτι ἀκατάληπτα μέν ἐστι τὰ σώματα, ἀκατάληπτα δὲ τὰ ἀσώματα· διὰ γὰρ τούτου σαφὲς ἔσται, ὅτι καὶ τὰ στοιχεῖά ἐστιν ἀκατάληπτα.

  • ς΄ εἰ καταληπτὰ τὰ σώματα.
  • Σῶμα τοίνυν λέγουσιν εἶναί τινες ὃ οἷόν τε ποιεῖν ἢ πάσχειν. ὅσον δὲ ἐπὶ ταύτῃ τῇ ἐπινοίᾳ ἀκατάληπτόν ἐστι τοῦτο. τὸ μὲν γὰρ αἴτιον ἀκατάληπτόν ἐστι, καθὼς ὑπεμνήσαμεν· μὴ ἔχοντες δὲ εἰπεῖν εἰ ἔστι τι αἴτιον, οὐδὲ εἰ ἔστι τι πάσχον εἰπεῖν δυνάμεθα· τὸ γὰρ πάσχον πάντως ὑπὸ αἰτίου πάσχει. ἀκαταλήπτου δὲ ὄντος καὶ τοῦ αἰτίου καὶ τοῦ πάσχοντος, διὰ ταῦτα ἀκατάληπτον ἔσται καὶ τὸ σῶμα.

    τινὲς δὲ σῶμα εἶναι λέγουσι τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας. σημεῖον μὲν γάρ φασιν οὗ [*](§ 37~adv. dogm. III 365.) [*](§ 38~adv. dogm. III 366.) [*](§ 39 cf. adv. dogm. III 367. adv. math. III 19—20.) [*](17 ἀποδείξει MLT (demonstratione): ἀποδείξεως EAB, unde editorum error δι᾿ ἀποδείξεως 18 ἐκβληθήσεται olim tentatum a Nauckio T (eicietur): ἐμβλ. G vide ad p. 132,28.. 23 καὶ om. T 24 ἐνδιατρίψωμεν GT (retardemus) : ἐνδιατρίψομεν edd. 29 ἂν Bekk. : ἐὰν G: quamcumque si quis T 2 ἐστιν T (sunt): ἔσται G 11 μὲν om. L || φασιν om. T)

    v.1.p.144
    μέρος οὐθέν, γραμμὴν δὲ μῆκος ἀπλατές, ἐπιφάνειαν δὲ μῆκος μετὰ πλάτους· ὅταν δὲ αὕτη καὶ βάθος προσλάβῃ καὶ ἀντιτυπίαν, σῶμα εἷναι, περὶ οὗ νῦν ἐστιν ἡμῖν ὁ λόγος, συνεστὼς ἔκ τε μήκους καὶ πλάτους καὶ βάθους καὶ ἀντιτυπίας.

    εὐμαρὴς μέντοι καὶ ὁ πρὸς τούτους λόγος. τὸ γὰρ σῶμα ἤτοι οὐδὲν παρὰ ταῦτα εἶναι λέξουσιν ἢ ἕτερόν τι παρὰ τὴν συνέλευσιν τῶν προειρημένων. καὶ ἔξωθεν μὲν τοῦ μήκους τε καὶ τοῦ πλάτους καὶ τοῦ βάθους καὶ τῆς ἀντιτυπίας οὐδὲν ἂν εἴη τὸ σῶμα· εἰ δὲ ταῦτά ἐστι τὸ σῶμα, ἐὰν δείξῃ τις, ὅτι ἀνύπαρκτά ἐστιν, ἀναιροίη ἂν καὶ τὸ σῶμα· τὰ γὰρ ὅλα συναναιρεῖται τοῖς ἑαυτῶν πᾶσι μέρεσιν. ποικίλως μὲν οὖν ἔστι ταῦτα ἐλέγχειν· τὸ δὲ νῦν ἀρκέσει λέγειν, ὅτι εἰ ἔστι τὰ πέρατα, ἤτοι γραμμαί εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα.