Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

[*](§ 179 ~ adv. dogm. V 69—71.)[*](§§ 180—181 ~ adv. dogm. V 44—47. 73.)[*](1 συλλαμβανόμενον? cf. p. 558,21 6 καὶ post δῆλον add. EAB: fort. ἐστιν T (manifestum est) 20 ἀδδηφαγεῖν G)

v.1.p.183
τά παραπλήσια. οἱ δὲ ἀπὸ τῆς Στοᾶς τριγένειαν μὲν καὶ αὐτοί φασιν (III 96 Arn.) εἷναι ἀγαθῶν· τούτων γὰρ τὰ μὲν εἷναι περὶ ψυχὴν ὡς τὰς ἀρετάς, τὰ δὲ ἐκτὸς ὡς τὸν σπουδαῖον καὶ <τὸν> φίλον, τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός, οἷον [*](29α) τὸν σπουδαῖον ὧς πρὸς ἑαυτόν· τὰ μέντοι περὶ σῶμα [ἤ ἢ ἐκτός], ἅ φασιν οἱ ἐκ τοῦ Περιπάτου ἀγαθὰ εἶναι, οὔ φασιν ἀγαθά. ἔνιοι δὲ τὴν ἡδονὴν ἠσπάσαντο ὧς ἀγαθόν, τινὲς δὲ κακὸν αὐτὴν ἄντικρυς εἶναί φασιν, ὥστε καί τινα τῶν ἐκ φιλοσοφίας ἀναφθέγξασθαι ' μανείην μᾶλλον ἢ ἡσθείην.

εἰ τοίνυν τὰ μὲν φύσει κινοῦντα πάντας ὁμοίως κινεῖ, ἐπὶ δὲ τοῖς λεγομένοις ἀγαθοῖς οὐ πάντες ὁμοίως κινούμεθα, οὐδέν ἐστι φύσει ἀγαθόν. καὶ γὰρ οὔτε πάσαις ταῖς προεκκειμέναις στάσεσι πιστεύειν ἐνδέχεται διὰ τὴν μάχην οὔτε τινί. ὁ γὰρ λέγων, ὅτι τῇδε μὲν πιστευτέον τῇ στάσει, τῇδε δὲ οὐδαμῶς, ἐναντιουμένους τοὺς παρὰ τῶν ἀντιδοξούντων λόγους αὐτῷ ἔχων, μέρος γίνεται <τῆς> διαφωνίας, καὶ τοῦ κρινοῦντος αὐτὸς δεήσεται διὰ τοῦτο μετὰ τῶν ἄλλων, ἀλλ’ οὐχ ἑτέρους κρινεῖ. μήτε οὖν κριτηρίου ὄντος ὁμολογουμένου μήτε ἀποδείξεως διὰ τὴν ἀνεπίκριτον καὶ περὶ τούτων διαφωνίαν, εἰς τὴν ἐποχὴν καταντήσει, καὶ διὰ τοῦτο οὐχ ἔξει διαβεβαιοῦσθαι, τί ἐστι τὸ φύσει ἀγαθόν.

Ἔτι κἀκεῖνο λέγουσί τινες, ὅτι ἀγαθόν ἐστιν ἤτοι τὸ αἱρεῖσθαι αὐτὸ ἢ ἐκεῖνο ὃ αἱρούμεθα. τὸ μὲν οὖν αἱρεῖσθαι οὐκ ἔστιν ἀγαθὸν κατὰ τὸν ἴδιον λόγον· οὐ γὰρ ἂν ἐσπεύδομεν τυχεῖν ἐκείνου ὃ αἱρούμεθα, ἵνα μὴ ἐκπέσωηεν τοῦ ἔτι αὐτὸ αἱρεῖσθαι, οἷον εἰ ἀγαθὸν ἦν τὸ ἀντιποιεῖσθαι ποτοῦ, οὐκ ἂν ἐσπεύδομεν ποτοῦ τυχεῖν· ἀπολαύσαντες γὰρ τούτου τῆς ἀντιποιήσεως αὐτοῦ ἀπαλλαττόμεθα. καὶ ἐπὶ τοῦ πεινῆν ὁμοίως καὶ ἐπὶ τοῦ ἐρᾶν καὶ τῶν ἄλλων. οὐκ ἄρα τὸ αἱρεῖσθαι δι’ αὐτὸ αἱρετόν ἐστιν, εἰ μή γε καὶ ὀχληρόν· καὶ γὰρ ὁ πεινῶν σπεύδει μετα- [*](§§ 183–184 ~ adv. dogm. V 79—84.) [*](28 τὸν addidi 30 ἢ ἐκτὸς vel ἢ del. Apelt 3 ἐπεὶ L 8 τῇδε LEAB: τῆ Μ 9 τῆς add. Bekk. 24 εἴγε μὴ A)

v.1.p.184
σχεῖν τροφῆς, ὅπως ἀπαλλαγῇ τῆς ἐκ τοῦ πεινῆν ὀχλήσεως, καὶ ὁ ἐρῶν ὁμοίως καὶ ὁ διψῶν.

ἀλλ’ οὐδὲ τὸ αἱρετόν ἐστι τὸ ἀγαθόν. τοῦτο γὰρ ἤτοι ἔξωθέν ἐστιν ἡμῶν ἢ περὶ ἡμᾶς. ἀλλ’ εἰ μὲν ἔξωθεν ἡμῶν, ἤτοι ποιεῖ περὶ ἡμᾶς ἀστείαν κίνησιν καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος, ἢ οὐδαμῶς ἡμᾶς διατίθησιν. καὶ εἰ μὲν οὔκ ἐστιν ἡμῖν ἀγαστόν, οὔτε ἀγαθὸν ἔσται οὔτε ἐπάξεται ἡμᾶς πρὸς τὸ αἱρεῖσθαι αὐτὸ οὔτε ὅλως αἱρετὸν ἔσται. εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτὸς προσηνὲς κατάστημα καὶ ἀσμενιστὸν πάθος, οὐχὶ δι’ ἑαυτὸ αἱρετὸν ἔσται τὸ ἐκτός, ἀλλὰ διὰ τὴν περὶ ἡμᾶς ἐπ’ αὐτῷ γινομένην διάθεσιν·

ὥστε οὐ δύναται τὸ δι’ αὑτὸ αἱρετὸν ἐκτὸς εἶναι. ἀλλ’ οὐδὲ περὶ ἡμᾶς. ἤτοι γὰρ περὶ σῶμα εἶναι λέγεται μόνον ἢ περὶ ψυχὴν μόνην ἢ περὶ ἀμφότερα. ἀλλ’ εἰ μὲν περὶ σῶμα μόνον, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν· ψυχῆς γὰρ αἱ γνώσεις εἶναι λέγονται, τὸ δὲ σῶμα ἄλογον εἶναί φασιν ὅσον ἐφ’ ἑαυτῷ. εἰ δὲ καὶ μέχρι τῆς ψυχῆς διατείνειν λέγοιτο, τῇ τῆς ψυχῆς ἀντιλήψει καὶ τῷ ταύτης ἀγαστῷ πάθει δοκοίη ἂν αἱρετὸν εἶναι· τὸ γὰρ κρινόμενον ὧς αἱρετὸν τῇ διανοίᾳ κρίνεται κατὰ αὐτοὺς καὶ οὐκ ἀλόγῳ σώματι.

λείπεται λέγειν, ὅτι περὶ ψυχὴν μόνην τὸ ἀγαθόν ἐστιν. καὶ τοῦτο δὲ ἐξ ὧν οἱ δογματικοὶ λέγουσιν ἀδύνατόν ἐστιν. ἡ γὰρ ψυχὴ τάχα μὲν καὶ ἀνύπαρκτός ἐστιν· εἰ ’δε καὶ ὑπάρχει, ὅσον ἐφ’ οἷς λέγουσιν οὐ καταλαμβάνεται, καθὼς ἐπελογισάμην ἐν τῷ περὶ κριτηρίου λόγῳ (ΙΙ 31 — 33). πῶς δ’ ἂν θαρροίη τις ἐν ἐκείνῳ τι γίνεσθαι λέγειν, ὃ μὴ καταλαμβάνει;

ἴνα δὲ καὶ ταῦτα παραλείπωμεν, πῶς ἄρα καὶ λέγουσιν ἐν τῇ ψυχῇ τὸ ἀγαθὸν γίνεσθαι; εἰ γοῦν ὁ Ἐπίκουρος ἐν ἡδονῇ τίθεται τὸ τέλος καί φησι τὴν ψυχήν, ἐπεὶ καὶ πάντα, ἐξ ἀτόμων συνεστάναι, [*](§§ — 186 ~ adv. dogm. V 87—89.) [*](29 fort. <τῆς σαρκὸς> κίνησιν coll. p. 48, 32. 1 γίνεται Τ (fit): ἐγγίνεται G 3 αὐτῷ MAB: αὐτὸ LET (ad ipsum) 6 ἢ περὶ ἀμφότερα del. Kayser coll. p. 166, 7/8. 9 ἑαυτῷ T (in se): ἑαυτὸ G 19 παραλείπωμεν ML: παραλίπομεν EAB)

v.1.p.185
πῶς ἐν ἀτόμων σωρῷ δυνατὸν ἡδονὴν γίγνεσθαι καὶ συγ- κατάθεσιν ἢ κρίσιν τοῦ τόδε μὲν αἱρετὸν εἶναι καὶ ἀγαθόν, τόδε δὲ φευκτὸν καὶ κακόν, ἀμήχανον εἰπεῖν.

  • κδ΄ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
  • [*](25a)

    Πάλιν οἱ Στωικοὶ (Stoic. fr. II 96 Arn.) περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινὰς, τὰς ἀρετάς· τέχνην δὲ εἶναί φασι (Stoic. fr. I 73 Arn.) σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων , τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. πῶς οὖν ἐν τῷ [*](29a) ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὧς γενέσθαι τέχνην , οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγινομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειφούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται καθ’ ἑκάστην τύπωσιν.

    τὸ γὰρ τὴν Πλάτωνος ἀνειδωλοποίησιν λέγειν ἐπιδεκτικὴν εἶναι δύνασθαι τοῦ ἀγαθοῦ, φημὶ δὲ τὴν κρᾶσιν τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας καὶ τῆς θατέρου φύσεως καὶ ταὐτοῦ, ἢ τούς ἀριθμούς, τέλεον ληρῶδές ἐστιν. ὅθεν οὐδὲ περὶ ψυχὴν εἶναι δύναται τὸ ἀγαθόν.

    εἰ δὲ μήτε τὸ αἱρεῖσθαι αὐτὸ ἀγαθόν ἐστι, μήτε ἐκτὸς ὑπόκειται τὸ δι’ αὑτὸ αἱρετόν, μήτε περὶ σῶμά ἐστι μήτε περὶ ψυχήν, ὧς ἐπελογισάμην, οὐδ’ ὅλως ἔστι τι φύσει ἀγαθόν

    Διὰ δὲ τὰ προειρημένα οὐδὲ κακόν τι ἔστι φύσει. τὰ γὰρ ἑτέροις δοκοῦντα εἶναι κακά, ταῦτα ἕτεροι διώκου- σιν ὡς ἀγαθά, οἷον ἀσέλγειαν ἀδικίαν φιλαργυρίαν ἀκρα- σίαν, τὰ ἐοικότα. ὅθεν εἰ τὰ μὲν φύσει πάντας ὁμοίως πέφυκε κινεῖν, τὰ δὲ λεγόμενα εἶναι κακὰ οὐ πάντας ὁμοίως κινεῖ, οὐδέν ἐστι φύσει κακόν.

    Ὁμοίως δὲ οὐδ’ ἀδιάφορόν ἐστί τι φύσει διὰ τὴν περὶ [*](23 ἡδονὴ L 26 τινάς, τὰς ἀρετάς G: αἱρετάς T (artes eligihiles) 1/2 ἀνειδωλοποίησιν G: ymaginum ydeas simulationem Τ 2 ἐπιδεκτικὴν LT (susceptibilem): ἐπιδεικτικὴν MEAB 4 ἢ om. L 8 μηδὲ Bekk. dubit. 16 οὐδ’ ἀδιάφορόν Τ (nec indifferens) : οὐ διάφορόν G || τι E in ras., T (aliquid): τῆ ML: om. AB || περὶ om. T)

    v.1.p.186
    τῶν ἀδιαφόρων διαφωνίαν. οἷον γοῦν οἱ μὲν Στωικοὶ (Stoic. fr. III 122 Arn.) τῶν ἀδιαφόρων φασὶ τὰ μὲν προηγμένα μένα εἷναι, τὰ δὲ ἀποπροηγμένα, τὰ δὲ οὔτε προηγμένα οὔτε ἀποπροηγμένα, ’π’ προηγμένα μὲν τὰ [*](19a) ἱκανὴν ἀξίαν ἔχοντα ὡς Ὑγίειαν πλοῦτον, ἀποπροηγμένα δὲ τὰ μὴ ἱκανὴν ἔχοντα ἀξίαν ὡς πενίαν νόσον, μήτε δὲ προηγμένα μήτε ἀποπροηγμένα ὡς τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον.

    τινὲς δὲ οὐδὲν τῶν ἀδιαφόρων φύσει προηγμένον ἢ ἀποπροηγμένον εἶναι λέγουσιν· ἕκαστον γὰρ τῶν ἀδιαφόρων [*](24) παρὰ τὰς διαφόρους περιστάσεις ὁτὲ μὲν προηγμένον φαίνεσθαι, ὁτὲ δὲ ἀποπροηγμένον. εἰ γοῦν, φασίν, οἱ μὲν πλούσιοι ἐπιβουλεύοιντο ὑπὸ τυράννου οἱ δὲ πένητες εἰρηνεύοιντο, πᾶς ἄν ἕλοιτο εἶναι πένης μᾶλλον ἢ πλούσιος, ὡς ἀποπροηγμένον γίνεσθαι τὸν πλοῦτον.

    ὥστε ἐπεὶ ἕκαστον τῶν λεγομένων ἀδιαφόρων οἱ μὲν ἀγαθὸν εἶναί φασιν, οἱ δὲ κακόν, ἅπαντες δ’ ἂν ὁμοίως ἀδιάφορον αὐτὸ ἐνόμιζον εἶναι, εἴγε ἀδιάφορον ἦν φύσει, οὐδέν ἐστι φύσει ἀδιάφορον.

    Οὕτως καὶ εἴ τις φύσει αἱρετὴν εἶναι λέγοι τὴν ἀνδρείαν διὰ τὸ τοὺς λέοντας φυσικῶς τολμᾶν καὶ ἀνδρίζεσθαι δοκεῖν καὶ ταύρους, εἰ τύχοι, καὶ ἀνθρώπους τινὰς καὶ ἀλεκτρυόνας , λέγομεν, ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ δειλία τῶν φύσει αἱρετῶν ἐστιν, ἐπεὶ ἔλαφοι καὶ λαγῴ καὶ ἄλλα πλείονα ζῷα φυσικῶς ἐπ’ αὐτὴν ὁρμᾷ. καὶ οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων δειλοὶ θεωροῦνται· σπανίως μὲν γάρ τις ὑπὲρ πατρίδος ἑαυτὸν ἐπέδωκεν εἰς θάνατον βλακευσάμενος ἢ ἄλλως θερμόν τι τυφωθεὶς ἔδοξέ τις διαπράττεσθαι, ὁ δὲ πλεῖστος ὅμιλος τῶν ἀνθρώπων πάντα τὰ τοιαῦτα ἐκ- [*](§§ 191–192 ~ adv. dogm. V 62—66.) [*](§ 193–192 dogm. V 99) [*](33 ἐστι om. AB 2 καὶ Τ (quod leones naturaliter auda- ces sunt et videntur fortiter agere) : ἐπὶ τὸ G, unde Gen. ὁρμᾶν pro τολμᾶν coniecerunt 3 δοκεῖν MEAB: δοκεῖ L 5 λαγῴ scr.: λαγὼς MLE pr. : λαγωοὶ AB et E in ras., unde edd. βλακ. post 10 τῶν ἀνθρώπων transponi iubet Apelt: lasciviens quideni vel Τ 9 τυφωθεὶς MEABT (elatus): τυφλωθεὶς L)

    v.1.p.187
    κλίνει.

    ὅθεν καὶ οἱ Ἐπικούρειοι (Epicurea p. 274, 25 Us.) δεικνύναι νομίζουσι φύσει αἱρετὴν εἶναι τὴν ἡδονήν· τὰ γὰρ ζῷά φασιν ἅμα τῷ γενέσθαι, ἀδιάστροφα ὄντα, ὁρμᾶν μὲν ἐπὶ τὴν ἡδονήν, ἐκκλίνειν [*](14a) δὲ ἀλγηδόνας.

    καὶ πρὸς τούτους δὲ ἔστι λέγειν, τι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἡ δέ ἡδονὴ κακῶν ἐστι ποιητική· πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ’ αὐτοὺς (Epicurea p. 276, 23 Us.) φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις ἀμέτρως χρώμενος· ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν. οὐκ ἄρα φύσει ἀγαθόν ἐστιν ἡ ἡδονή.

    παραπλησίως δὲ καὶ τὸ ποιητικὸν ἀγαθοῦ οὔκ ἐστι φύσει κακόν, ἡδονὰς δὲ ἀποτελοῦσιν ἀλγηδόνες· καὶ γὰρ ἐπιστήμας ἀναλαμβάνομεν μὲν πονοῦντες, καὶ πλούτου καὶ ἐρωμένης οὕτως ἐγκρατὴς γίνεταί τις, καὶ ὑγίειαν περιποιοῦσιν αἱ ἀλγηδόνες. οὐκ ἄρα ὁ πόνος φύσει κακόν. καὶ γὰρ εἰ φύσει ἀγαθὸν μὲν ἦν ἡ ἡδονὴ, φαῦλον δὲ ὁ πόνος, πάντες ἂν ὁμοίως διέκειντο περὶ αὐτῶν, ὧς ἐλέγομεν· ὁρῶμεν δὲ πολλοὺς τῶν φιλοσόφων τὸν μὲν πόνον καὶ τὴν καρτερίαν αἱρουμένους, τῆς ἡδονῆς δὲ καταφρονοῦντας.

    ὁμοίως δ’ ἂν περιτρίποιντο καὶ οἱ τὸν ἐνάρετον βίον φύσει ἀγαθὸν εἶναι λέγοντες, ἐκ τοῦ τινὰς τῶν σοφῶν τὸν μεθ’ ἡδονῆς αἱρεῖσθαι βίον, ὡς ἐκ τῆς παρ’ αὐτοῖς ἐκείνοις διαφωνίας τὸ φύσει τι τοῖον ἢ τοῖον εἶναι διατρέπεσθαι.

    Οὐκ ἄτοπον δ’ ἂν ’ίσως εἴη πρὸς τούτοις καὶ εἰδικώτερον ἐπιστῆσαι διὰ βραχέων ταῖς ὑπολήψεσι ταῖς περὶ αἰσχρῶν καὶ οὐκ αἰσχρῶν, ἀθέσμων τε καὶ οὐ τοιούτων καὶ νόμων καὶ ἐθῶν καὶ τῆς εἰς θεοὺς εὐσεβείας καὶ τῆς περὶ τοὺς κατ’ οἰχομένους ὁσιότητος καὶ τῶν ἐοικότων· καὶ γὰρ οὕτω περὶ τῶν πρακτέων ἢ μὴ πολλὴν εὑρήσομεν ἀνωμα- [*](§§ 194—196 ~ adv. dogm. V 96—98.) [*](14a ἔνεστι Τ (inest) 20 ἀμέτρως Nauck: ἀμέτροις GT (inmoderatis) 23 ἀγαθοῦ MLT (boni): ἀγαθὸν EAB: ἀγαθῶν edd. 28 ἡ AB: om. MLE 8 ἐθῶν GT (consuetuclinibus): θεῶν Kayser 9 κατηχουμένους L)

    v.1.p.188
    λίαν.

    οἷον γοῦν παρ’ ἡμῖν μὲν αἰσχρόν, μᾶλλον δὲ καὶ παράνομον νενόμισται τὸ τῆς ἀρρενομιξίας, παρὰ Γερμανοῖς δέ, ὡς φασίν , οὐκ αἰσχρόν, ἀλλ’ ὡς ἔν τι τῶν συνήθων. λέγεται δὲ καὶ παρὰ Θηβαίοις τὸ παλαιὸν οὐκ αἰσχρὸν τοῦτο εἶναι δόξαι, καὶ τὸν Μηριόνην τὸν Κρῆτα οὕτω κεκλῆσθαί φασι δι’ ἔμφασιν τοῦ Κρητῶν ἔθους, καὶ τὴν Ἀχιλλέως πρὸς Πάτροκλον διάπυρον φιλίαν εἰς τοῦτο ἀνάγουσί τινες.

    καὶ τί θαυμαστόν, ὅπου γε καὶ οἱ ἀπὸ τῆς κυνικῆς φιλο σοφίας καὶ οἱ περὶ τὸν Κιτιέα Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον (fr. Stoic. I, 256 Arn.) ἀδιάφορον τοῦτο εἶναί φασιν; καὶ τὸ δημοσίᾳ γυναικὶ μίγνυσθαι, καίτοι παρ’ ἡμῖν αἰσχρὸν εἶναι δοκοῦν, παρά τισι τῶν Ἰνδῶν οὐκ αἰσχρὸν εἶναι νομίζεται· μίγνυνται γοῦν ἀδιαφόρως δημοσίᾳ, καθάπερ καὶ περὶ τοῦ φιλοσόφου Κράτητος ἀκηκόαμεν.