Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἐπεὶ γὰρ πολλὴ καὶ σχεδὸν ἄπειρός ἐστιν ἐπίτασίς τε καὶ ἄνεσις κατὰ σύνεσιν, φαμὲν ὅτι τούτου τοῦ ἀνθρώπου ὃν λέγομεν εἶναι τῶν γεγονότων τε καὶ ὄντων συνετώτερον, ἕτερον συνετώτερον ἐνδέχεται γενέσθαι. ὥσπερ οὖν τῷ νῦν εἶναι λεγομένῳ φρονιμωτέρῳ τῶν τε ὄντων καὶ τῶν γεγονότων διὰ τὴν σύνεσιν αὐτοῦ πιστεύειν ἀξιούμεθα, οὕτω καὶ τῷ μετ’ αὐτὸν ἐσομένῳ συνετωτέρῳ τούτου μᾶλλον λον [τούτου] χρὴ πιστεύειν. καὶ ἐκείνου γενομένου πάλιν ἄλλον ἐλπίζειν χρὴ συνετώτερον αὐτοῦ γενήσεσθαι, κἀκείνου ἄλλον, καὶ μέχρις ἀπείρου.

καὶ ἄδηλον, πότερόν ποτε συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διόπερ, κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις, ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς, ὅτι οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ), ἀεὶ τὴν τοῦ μετὰ ταῦτα ἐσομένου συνετωτέρου κρίσιν περιμένειν καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι.

ἵνα δὲ καὶ κατὰ συγχώρησιν δῶμεν, ὅτι οὐδεὶς τοῦ ὑποτιθεμένου συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται, οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καἲ ἀληθῆ ταῦτα δοκεῖν εἶναι ποιεῖν, ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους, οὐκ εἰσόμεθα πότερόν ποτε, ὡς ἔχει τὸ πρᾶγμα φύσει, οὕτω λέγει, ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὧς ἀληθὲς παρίστησι καὶ ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς, ἅτε δὴ συνετώτερος τῶν ἀνθρώπων ἀπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ’ ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος. οὐδὲ τούτῳ τοίνυν συγκαταθησόμεθα ὧς ἀληθῶς τὰ πράγματα κρίνοντι, διὰ τὸ οἷόν τε μὲν εἶναι αὐτὸν ἀληθῆ λέγειν, οἴεσθαι δ’ ὅτι δι’ ὑπερβολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βουσυνετωτέρῳ [*](22 τούτου Τ (intelligibilior illo): τούτου σὺν. G 23τούτου om. Τ 30 μετὰ ταῦτα om. Τ 5/6 ταῦτα εἶναι δοκεῖν καὶ ποιεῖν EAB 7 φύσει Τ (natura): φύσεως G 8 αὐτῷ EAB 13 οἶόν τε μὲν εἶναι Apelt: οἴεσθαι μὲν GT (propter id, quod opinamur quidem) || ἀληθῆ εἶναι λέγειν EB: ἀληθῆ εἶναι λέγει A)

v.1.p.75
λόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν.

Εἰ δὲ φήσει τις, ὅτι τῇ τῶν πολλῶν συμφωνίᾳ χρὴ προσέχειν, λέξομεν ὅτι τοῦτ’ ἔστι μάταιον. πρῶτον μὲν γὰρ σπάνιον ’ίσως ἐστὶ τὸ ἀληθές, καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κριτηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ’ αὐτὸ συμφωνούντων· οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμφωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων.

χωρὶς δὲ τούτων, οἱ συμφωνοῦντες ἤτοι ἐν διαφόροις εἰσὶ διαθέσεσιν ἢ ἐν μιᾷ. ἐν διαφόροις μὲν οὖν οὐδαμῶς ὅσον ἐπὶ τῷ λεγομένῳ. πῶς γὰρ ἂν τὰ αὐτὰ ἔλεγον περὶ αὐτοῦ; εἰ δὲ ἐν μιᾷ, ἐπεὶ καὶ ὁ εἶς ὁ λέγων ἕτερόν τι μίαν ἔχει διάθεσιν καὶ οὗτοι πάντες οἱ συμφωνοῦντες μίαν, ὅσον ἐπὶ ταῖς διαθέσεσιν αἷς προσέχομεν οὐδὲ κατὰ πλῆθος εὑρίσκεται διαφορά τις.

διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί, πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι, καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως (I 100 — 117) ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τἀς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων.

Εἰ δ’ οὐδὲ τῷ πλήθει προσέξομεν, οὐχ εὑρήσομεν οὐδένα ὑφ’ οὗ κριθήσεται τὰ πράγματα, καίτοι τοσαῦτα κατὰ συγχώρησιν δόντες. διόπερ ἐξ ἁπάντων τούτων ἀκατάληπτον εὑρίσκεται τὸ κριτήριον ὑφ' οὗ κριθήσεται τὰ πράγματα.

[*](§§ 43—44 ~ adv. dogm. I)[*](18/19 γρ δεῖ πιστεύειν A in marg.: δεῖ πιστεύειν in textu, γρ. χρ. πρ. i. m. B 23 οἱ — 25 συμφ. om. M 24 αὐτῷ om. Τ 7 τὸ om. EAB || πρόκρισις MEAB: πρόσκρισις L: prelectio T 10 <καὶ> κατὰ EAB || δόντες MEAB: διδόντες L)
v.1.p.76

Συμπεριγραφομένων δὲ τούτῳ καὶ τῶν ἄλλων κριτηρίων, ἐπεὶ ἕκαστον αὐτῶν ἤτοι μέρος ἢ πάθος ἢ ἐνέργημά ἐστι τοῦ ἀνθρώπου, ἀκόλουθον μὲν ἦν ἴσως ἐπί τι τῶν ἑξῆς προϊέναι τῷ λόγῳ, ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων ἐν τούτοις· ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀντίρρησιν φεύγειν δοκῶμεν, ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπιμέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι’ οὗ καλουμένου διαλεξόμεθα.

  • ς΄ περὶ τοῦ δι᾿ οὗ.
  • Πολλὴ μὲν οὖν καὶ ἄπειρος σχεδὸν ἡ περὶ αὐτὸ γέγονε διαφωνία παρὰ τοῖς δογματικοῖς· ἡμεῖς δὲ πάλιν τοῦ ἐμμεθόδου προνοούμενοι φαμὲν ὅτι, ἐπεὶ κατ᾿ αὐτοὺς ἄνθρωπός ἐστι τὸ ὑφ' οὗ κρίνεται τὰ πράγματα, οὐδὲν δὲ οὗτος ἔχοι ἂν δι᾿ οὗ κρίνειν δυνήσεται (καθάπερ καὶ αὐτοὶ συνομολογοῦσιν) ἢ αἴσθησιν καὶ διάνοιαν, ἐὰν δείξωμεν, ὅτι οὔτε δι᾿ αἰσθήσεως μόνης δύναται κρίνειν οὔτε διὰ μόνης τῆς διανοίας οὔτε δι᾿ ἀμφοτέρων αὐτῶν, συντόμως πρὸς ἁπάσας τὰς κατὰ μέρος δόξας εἰρήκαμεν· πᾶσαι γὰρ δοκοῦσιν εἰς τὰς τρεῖς ταύτας ἀναφέρεσθαι στάσεις.

    ἀρξώμεθα δὲ ἀπὸ τῶν αἰσθήσεων.

    Οὐκοῦν ἐπεὶ τινὲς μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φασίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν), οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ᾿ ὧν οἴονται κινεῖσθαι λέγουσιν, οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότερον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι᾿ οὗ χρὴ κρίνειν κατὰ τὴν προκειμένην ὑπόθεσιν.

    ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον κενοπαθεῖ ἡ αἴσθησις ἢ καταλαμβάνει τι· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν ἡμᾶς τῇ αἰσθήσει [*](§ 47 cf. adv. dogm. I 263.) [*](§§ 48–50 ~ adv. dogm. I 343—346.) [*](16 προιέναι Τ (procedere): ἰέναι G || καὶ om. Τ || εἰρημένον Gen. Bekk. 25 οὗτος ἔχοι MLT {hic habeat utique): οὕτως ἔχοι EAB 6 καταλαμβάνειν EAB 8 ἀλλ᾿ ἐπίκριτον L)

    v.1.p.77
    μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων, περὶ ἧς οὐκ ἔχομεν εἰπεῖν, εἰ καὶ τὴν ἀρχὴν καταλαμβάνει τι.

    ἀλλ’ ἔστω κατ’ ἁ συγχώρησιν τὰς αἰσθήσεις ἀντιληπτικὰς εἷναι· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄπιστοι εὑρεθήσονται πρὸς τὴν κρίσιν τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων. αἱ γοῦν αἰσυθήσεις ὑπεναντίως κινοῦνται ὑπὸ τῶν ἐκτό·ς, οἷον ἡ γεῦσις ὑπὸ τοῦ αὐτοῦ μέλιτος ὁτὲ μὲν πικράζεται, ὁτὲ δὲ γλυκάζεται, καὶ ἡ ὅρασις τὸ αὐτὸ χρῶμα ὁτὲ μὲν αἱμωπὸν, ὁτὲ δὲ λευκὸν εἶναι <δοκεῖ> ἀλλ’ οὐδὲ ἡ ὄσφρησις ἑαυτῇ συμφωνεῖ·

    τὸ γοῦν μύρον ὁ μὲν κεφαλαλγικὸς ἀηδὲς εἶναί φησιν, ὁ δὲ μὴ οὕτως ἔχων ἡδύ. καὶ οἱ θεόληπτοι δὲ καὶ οἱ φρενιτίζοντες νιτίζοντες ἀκούειν δοκοῦσί τινων διαλεγομένων αὐτοῖς, ὧν ἡμεῖς οὐκ ἐπακούομεν. καὶ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν φλεγμαίνουσιν ἀηδὲς εἶναι δοκεῖ δι’ ὑπερβολὴν θερμότητος, τοῖς δ’ ἄλλοις χλιαρόν.

    πότερον οὖν πάσας τἀς φαντασίας ἀληθεῖς εἶναι φήσει τις, ἢ τάσδε μὲν ἀληθεῖς, τάσδε δὲ ψευδεῖς, ἢ καὶ ψευδεῖς ἁπάσας, εἰπεῖν ἀμήχανον, μηδὲν ἡμῶν ἐχόντων κριτήριον ὡμολογημένον δι’ οὗ κρινοῦμεν ὃ προκρίνειν μέλλομεν, ἀλλὰ μηδὲ ἀποδείξεως εὐπορούντων ἀληθοῦς τε καὶ κεκριμένης, διὰ τὸ μέχρι νῦν ζητεῖσθαι τὸ τῆς ἀληθείας κριτήριον, δι’ οὗ καὶ τὴν ἀληθῆ ἀπόδειξιν ἐπικρίνεσθαι προσήκει.

    διὰ ταῦτα καὶ ὁ ἀξιῶν τοῖς μὲν κατὰ φύσιν ἔχουσιν [ἐν τούτοις] πιστεύειν, τοῖς δὲ παρὰ φύσιν διακειμένοις μηδαμῶς, ἄτοπος ἔσται· οὔτε γὰρ ἀναποδείκτως τοῦτο λέγων πιστευθήσεται, οὔτε ἀπόδειξιν ἀληθῆ καὶ κεκριμένην ἔξει διὰ τὰ προειρημένα.

    εἰ μέντοι καὶ συγχωρήσειέ τις τὰς μὲν τῶν κατὰ φύσιν ἐχόντων φαντασίας εἶναι πιστάς, τἀς δὲ τῶν παρὰ φύσιν διακειμένων ἀπίστους, καὶ οὕτως ἀδύνατος εὑρεθήσεται ἡ διὰ τῶν αἰσθήσεων μόνων κρίσις τῶν ἐκτὸς ὑποκειμένων. ἡ ὅρα- [*](§§ 51 — 56 e decem tropis sumpta (cf. adv. dogm. I 345).) [*]( 13inter εἷναι et οὐδὲν spat. 8—10 lit. habet L 18 τἀς et εἷναι — 14 ἄπιστοι om. Τ 14 ἧττον EAB : ἡμῶν L: om. M sed lac. habet 8—10 lit. vide p. VIII 14/15 κρίσιν (iudicium): TtlatLv Μ 15 πραγμάτων ora. T 19 δοκεῖ add. Τ (esse putat) cf. p. 68, 22. 69, 16 e. a 22 δοκοῦσι GT (putant) cf. V. 19 26 φήσει τις T (dicet aliquis): φήσειέ τις G 1 ἐν τούτοις secL Stephanus 4 ἀληθῆ <εἶναι> καὶ EAB)

    v.1.p.78
    σις γοῦν καὶ ἡ κατὰ φύσιν ἔχουσα τὸν <αὐτὸν> πύργον μὲν στρογγύλον, ὁτὲ δὲ τετράγωνον εἶναι λέγει, καὶ ἡ γεῦσις τὰ αὐτὰ σιτία ἐπὶ μὲν τῶν κεκορεσμένων ἀηδῆ, ἐπὶ δὲ τῶν πεινώντων ἡδέα φησὶν εἶναι, καὶ ἡ ἀκοὴ παραπλησίως τῆς αὐτῆς φωνῆς νυκτὸς μὲν ὧς εὐμεγέθους ἀντιλαμβάνεται, ἡμέρας δὲ <ὡς> ἀμαυρᾶς,

    καὶ ἡ ὄσφρησις ἐπὶ μὲν πολλῶν δυσώδη ἐπὶ δὲ τῶν βυρσοδεψῶν οὐδαμῶς τὰ αὐτὰ εἶναι δοκεῖ, καὶ ἡ αὐτὴ ἁφὴ εἰσιόντων μὲν ἡμῶν εἰς τὸ βαλανεῖον θερμαίνεται ὑπὸ τῆς παραστάδος, ἐξιόντων δὲ ψύχεται. διόπερ ἐπεὶ καὶ κατὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις ἑαυταῖς μάχονται, καὶ ἡ διαφωνία ἐστὶν ἀνεπίκριτος, ἐπεὶ μὴ ἔχομεν ὡμολογημένον <κριτήριον> δι’ οὗ κρίνεσθαι δύνανται, τὰς αὐτὰς ἀπορίας ἀκολουθεῖν ἀνάγκη. καὶ ἄλλα δὲ πλείω μεταφέρειν πρὸς τὴν τούτου κατασκευὴν ἐνδέχεται ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν τῆς ἐποχῆς τρόπων. διόπερ οὐκ ἂν εἴη ἀληθὲς ἴσως τὸ τὴν αἴσθησιν μόνην δύνασθαι κρίνειν τὰ ἐκτὸς ὑποκείμενα.

    Οὐκοῦν ἐπὶ τὴν διάνοιαν μετέλθωμεν τῷ λόγῳ. οἱ τοίνυν ἀξιοῦντες τῇ διανοίᾳ μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων πρῶτον μὲν ἐκεῖνο οὐκ ἕξουσιν δεικνύναι, ὅτι καταληπτόν ἐστι τὸ εἶναι διάνοιαν. ἐπεὶ γὰρ ὁ μὲν Γοργίας οὐδὲν εἶναι φάσκων οὐδὲ διάνοιαν εἶναί φησι, τινὲς δὲ ταύτην ἀποφαίνονται ὑπάρχειν, πῶς οὖν ἐπικρινοῦσι τὴν διαφωνίαν; οὔτε γὰρ διανοίᾳ, ἐπεὶ τὸ ζητούμενον συναρπάσουσιν, οὔτε ἄλλῳ τινί· οὐδὲν γὰρ ἄλλο εἶναί φασι κατὰ τὴν ὑπόθεσιν τὴν νῦν ὑποκειμένην, δι’ οὗ κρίνεται τὰ πράγματα. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον ἔστι διάνοια ἢ οὐκ ἔστιν· ᾠ συνεισέρχεται τὸ δεῖν μόνῃ τῇ διανοίᾳ προσέχειν ἐν τῇ τῶν πραγμάτων κρίσει, τῇ μηδέπω κατειλημμένῃ.

    ἀλλὰ κατειλήφθω ἡ διάνοια, καὶ ὡμολογήσθω τὸ εἶναι ταύτην καθ’ ὑπόθεσιν· [*](§§ 57—60 ~ adv. dogm. I 348—352.) [*]( 9suppl. coll. p. 9, 29. 28, 7. 13 ὡς om. Τ 14 ὡς add. Bekk. 16 μὲν om. AB 20 suppl. e T (manifestum iudicium) cf. p. 71, 18. 20/21 δύνανται G: poterunt Τ: δύναται Bekk. 31 ovv om. A del. Kayser 6 ὡμολογήσθω Gen.: ὡμολογείσθω G: ὁμολογείσθω Paris. suppl. 133.)

    v.1.p.79
    λέγω ὅτι οὐ δύναται κρίνειν τὰ πράγματα. εἰ γὰρ μηδ’ ἑαυτὴν ἀκριβῶς ὁρᾷ, ἀλλὰ διαφωνεῖ περί τε τῆς οὐσίας αὑτῆς καὶ τοῦ τρόπου τῆς γενέσεως καὶ τοῦ τόπου ἐν ᾧ ἔστιν, πῶς ἂν δυνηθείη τῶν ἄλλων τι ἀκριβῶς καταλαμβάνειν;

    διδομένου δὲ καὶ τοῦ τὴν διάνοιαν κριτικὴν εἶναι τῶν πραγμάτων, οὐχ οὐχ εὑρήσομεν πῶς κατ’ αὐτὴν πολλῆς γὰρ οὔσης τῆς κατὰ διάνοιαν διαφορᾶς, ἐπειδὴ ἑτέρα μέν ἐστιν ἡ Γοργίου διάνοια, καθ’ ἥν φησι μηδὲν εἶναι, ἑτέρα δὲ ἡ Ἡρακλείτου, καθ’ ἣν λέγει πάντα εἶναι, ἑτέρα δὲ ἡ τῶν λεγόντων τάδε μὲν εἶναι τάδε δὲ μὴ εἶναι, πῶς ἐπικρίνωμεν τὴν τῶν διανοιῶν διαφορὰν οὐχ ἕξομεν, οὐδὲ δυνησόμεθα εἰπεῖν, ὅτι τῇ μὲν τοῦδε διανοίᾳ κατακολουθεῖν προσήκει, τῇ τοῦδε δὲ οὐδαμῶς.