Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

τῶν οὖν σημείων τὰ μέν ἐστιν ὑπομνηστικὰ κατ’ αὐτοὺς, τὰ δ’ ἐνδεικτικά. καὶ ὑπομνηστικὸν μὲν σημεῖον καλοῦσιν ὃ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας ἅμα τῷ ὑποπεσεῖν, ἐκείνου ἀδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ καὶ νῦν ἐναργῶς μὴ ὑποπίπτοντος, ὡς ἔχει ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός.

ἐνδεικτικὸν δέ ἐστι σημεῖον, ὥς φασιν, ὃ μὴ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας, ἀλλ’ ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς [*](29a) σημαίνει τὸ οὗ ἐστι σημεῖον, ὡσπεροῦν αἱ περὶ τὸ σῶμα κινήσεις σημεῖά εἰσι τῆς ψυχῆς. ὅθεν καὶ ὁρίζονται αἰτίους EAB 9 παρά Gen. dubitanter: περί GT (circa) 9a καιρούς Τ (per tempora) cf. p. 319,3 Ih καταλαμβάνεται Τ (apprehenduntur) 23 σημειωτῷ Bekk.: σημείω rw MLT (in signo quod est): σημαινομένω tw EAB 25/20 ἐναργῶς LT (manifeste): ἐναργοῦς MEAB 28 σημειωτῷ Τ (significato): σημείω τῶ G 29 καὶ om L

v.1.p.90
τοῦτο τὸ σημεῖον οὕτως ῾σημεῖόν ἐστιν ἐνδεικτικὸν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος.᾿

διττῆς οὖν οὔσης τῶν σημείων διαφορᾶς, ὡς ἔφαμεν, οὐ πρὸς πᾶν σημεῖον ἀντιλέγομεν, ἀλλὰ πρὸς μόνον τὸ ἐνδεικτικὸν ὡς ὑπὸ τῶν δογματικῶν πεπλάσθαι δοκοῦν. τὸ γὰρ ὑπομνηστικὸν πεπίστευται ὑπὸ τοῦ βίου, ἐπεὶ καπνὸν ἰδών τις σημειοῦται πῦρ καὶ οὐλὴν θεασάμενος τραῦμα γεγενῆσθαι λέγει. ὅθεν οὐ μόνον οὐ μαχόμεθα τῷ βίῳ ἀλλὰ καὶ συναγωνιζόμεθα, τῷ μὲν ὐπ᾿ αὐτοῦ πεπιστευμένῳ ἀδοξάστως συγκατατιθέμενοι, τοῖς δ᾿ ὑπὸ τῶν δογματικῶν ἰδίως ἀναπλαττομένοις ἀνθιστάμενοι.

Ταῦτα μὲν οὖν ἥρμοζεν ἴσως προειπεῖν ὑπὲρ τῆς σαφηνείας τοῦ ζητουμένου· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν, οὐκ ἀνύπαρκτον δεῖξαι τὸ ἐνδεικτικὸν σημεῖον πάντως ἐσπουδακότες, ἀλλὰ τὴν φαινομένην ἰσοσθένειαν τῶν φερομένων λόγων πρός τε τὴν ὕπαρξιν αὐτοῦ καὶ τὴν ἀνυπαρξίαν ὑπομιμνῄσκοντες.

  • ιά εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν.
  • Τὸ σημεῖον τοίνυν, ὅσον ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ παρὰ τοῖς δογματικοῖς, ἀνεπινόητόν ἐστιν. αὐτίκα γοῦν οἱ ἀκριβῶς περὶ αὐτοῦ διειληφέναι δοκοῦντες, οἱ Στωικοί (fr. II 221 Arn.), βουλόμενοι παραστῆσαι τὴν ἔννοιαν τοῦ σημείου, φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. καὶ τὸ μὲν ἀξίωμά φασιν (fr. II 193 A.) εἶναι λεκτὸν αὐτοτελὲς ἀπόφαντόν ὅσον ἐφ᾿ ἑαυτῷ, ὑγιὲς δὲ συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος.

    τὸ γὰρ συνημμένον ἤτοι ἄρχεται ἀπὸ ἀληθοῦς [*](24a) καὶ λήγει ἐπὶ ἀληθές, οἷον ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾿, ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ῾εἰ πέταται ἡ γῆ, πτερωτή ἐστιν ἡ γῆ,᾿ ἢ ἄρχεται ἀπὸ [*](§§ 104–106 ~ adv. dogm. II 245—253.) [*](3 memorativum enim signum T 8 δ᾿ ὑπὸ Τ (a dogmaticis): δὲ G 10 περὶ AB 14 productarum rationum Τ 15 rememorantes Τ (cf. ad p. 39, 20) 16 ὅσον Τ (quantum): ὅσα G)

    v.1.p.91
    ἀληθοῦς καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ‘εἰ ἔστιν ἡ γῆ, πέταται ἡ γῆ', ἢ ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ἀληθές, οἷον ‘εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ'. τούτων δὲ μόνον τὸ ἀπὸ ἀληθοῦς ἀρχόμενον καὶ λῆγον ἐπὶ ψεῦδος μοχθηρὸν εἷναί φασιν, τὰ δ’ ἄλλα ὑγιῆ.

    προκαθηγούμενον δὲ λέγουσι τὸ ἐν συνημμένῳ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς ἡγούμενον. ἐκκαλυπτικὸν δέ ἐστι τοῦ λήγοντος, ἐπεὶ τὸ ‘γάλα ἔχει αὕτη τοῦ ‘κεκύηκεν αὕτη δηλωτικὸν εἷναι δοκεῖ ἐν τούτῳ τῷ συνημμένῳ ‘εἰ γάλα ἔχει αὕτη, κεκύηκεν αὕτη'.

    ταῦτα μὲν οὗτοι· ἡμεῖς δὲ λέγομεν πρῶτον, ὅτι ἄδηλόν ἐστιν, εἰ ἔστι <τι> λεκτόν. ἐπεὶ γὰρ τῶν δογματικῶν οἱ μὲν Ἐπικούρειοί (fr. 259 Us.) φασι μὴ εἶναί <τι> λεκτὸν, δὲ Στωικοὶ εἶναι, ὅταν λέγωσιν οἱ Στωικι εἶναί τι λεκτόν, ἤτοι μόνῃ φάσει χρῶνται ἢ καὶ ἀποδείξει. ἀλλ’ εἰ μὲν φάσει, ἀντιθήσουσιν αὐτοῖς οἱ Ἐπικούρειοι φάσιν τὴν λέγουσαν, ὅτι οὐκ ἔστι τι λεκτόν· εἰ δὲ ἀπόδειξιν παραλήψονται ἐπεὶ ἐξ ἀξιωμάτων συνέστηκε λεκτῶν ἡ ἀπόδειξις, ἐκ τῶν λεκτῶν δὲ συνεστῶσα οὐ δυνήσεται πρὸς πίστιν τοῦ λεκτὸν εἶναι παραλαμβάνεσθαι ὁ γὰρ μὴ διδοὺς εἶναι λεκτὸν πῶς συγχωρήσει σύστημα λεκτῶν ὑπάρχειν;)

    — διὰ τοῦ ζητουμένου τοίνυν τὸ ζητούμενον πιστοῦσθαι βούλεται ὁ ἐκ τῆς ὑπάρξεως τοῦ συστήματος τῶν λεκτῶν εἶναί τι λεκτὸν πειρώμενος κατασκευάζειν. εἰ οὖν μήτε ἁπλῶς μήτε δι’ ἀποδείξεως ἐνδέχεται παριστᾶν ὅτι ἔστι τι λεκτόν, ἄδηλόν ἐστιν ὅτι ἔστι τι λεκτόν. ὁμοίως δὲ καὶ εἰ ἔστιν ἀξίωμα·

    λεκτὸν γάρ ἐστι τὸ ἀξίωμα. μήποτε δὲ καὶ εἰ καθ’ ὑπόθεσιν εἶναί τι λεκτὸν δοθείη, τὸ ἀξίωμα ἀνύπαρκτον εὑρίσκεται, συνεστηκὸς ἐκ λεκτῶν μὴ συνυπαρχόντων ἀλλήλοις. οἷον γοῦν ἐπὶ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν', ὅτε λέγω τὸ ‘ἡμέρα ἔστιν', οὐδέπω ἔστι τὸ ‘φῶς ἔστιν', καὶ [*](§§ 107—108 ~ adv. dogm. II 258—261.) [*](§ 109 cf. adv. dogm. II 80—84. 132. 135—136.) [*](2 τὸ Gen: τοῦ G || τοῦ Gen. τὸ G 5 πρῶτον μὲν Τ (primum quidem) 6 et 6 a τι add. Gen. 11 <ὄντων> λεκτῶν Kayser ιστῶσα L 19 ὅτι G: εἰ Bekk. dubitanter 24 si dies est Τ)

    v.1.p.92
    ὅτε λέγω τὸ ‘φῶς ἔστιν’, οὐκέτι ἔστι τὸ ‘ἡμέρα ἔστιν’. εἰ οὖν τὰ μὲν συγκείμενα ἔκ τινων ἀδύνατον ὑπάρχειν μὴ συνυπαρχόντων ἀλλήλοις τῶν μερῶν αὐτῶν, τὰ δὲ ἐξ ὧν σύγκειται τὸ ἀξίωμα οὐ συνυπάρχει ἀλλήλοις, οὐχ ὑπάρξει τὸ ἀξίωμα.

    ἴνα δὲ καὶ ταῦτα παρλίπωμεν, τὸ ὑγιὲς συνημμένον ἀκατάληπτον εὑρεθήσεται. ὁ μὲν γὰρ Φίλων φησὶν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, οἷον ἡμέρας οὔσης καὶ ἐμοῦ διαλεγομένου τὸ ‘εἰ ἡμέρα ἐστιν, ἐγὼ διαλέγομαι', ὁ δὲ Διόδωρος, ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· καθ’ ὃν τὸ μὲν εἰρημένον συνημμένον ψεῦδος εἶναι δοκεῖ, ἐπεὶ ἡμέρας μὲν οὔσης ἐμοῦ δὲ σιωπήσαντος ἀπὸ ἀληθοῦς ἀρξάμενον ἐπὶ ψεῦδος καταλήξει,

    ἐκεῖνο δὲ ἀληθές ‘εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα, ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα’· ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ ‘οὐκ ἀμερῆ τῶν ὄντων στοιχεῖα’ εἰς ἀληθὲς καταλήξει αὐτὸν τὸ ‘ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα’. οἱ δὲ τὴν εἰσάγοντες ὑγιὲς εἶναί φασι συνημμένον, ὅταν τὸ ἀντικείμενον τῷ ἐν αὐτῷ λήγοντι μάχηται τῷ ἐν αὐτῷ ἡγουμένῳ· καθ’ οὓς τὰ μὲν εἰρημένα συνημμένα ἔσται μοχθηρά, ἐκεῖνο δὲ ἀληθές ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν’.

    οἱ δὲ τῇ ἐμφάσει κρίνοντές φασιν ὅτι ἀληθές συνημμένον οὗ τὸ λῆγον ἐν τῷ ἡγουμένῳ περιέχεται δυνάμει· καθ’ οὓς τὸ ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστι καὶ πᾶν τὸ διαφορούμενον ἀξίωμα] συνημμένον ἴσως ψεῦδος ἔσται·

    αὐτὸ γάρ τι ἐν ἑαυτῷ περιέχεσθαι ἀμήχανον. ταύτην τοίνυν τὴν διαφωνίαν ἐπικριθῆναι ἀμήχανον ἴσως εἶναι δόξει. οὔτε γὰρ ἀναποδείκτως προκρίνοντές τινα τῶν στάσεων τῶν προειρημένων πιστοὶ ἐσόμεθα οὔτε μετὰ ἀποδείξεως. καὶ γὰρ ἡ ἀπόδειξις ὑγιὴς εἶναι δοκεῖ, ὅταν ἀκολουθῇ τῇ διὰ [*](§ 110 ~ adv. dogm. 11 113—117.) [*](28 οὐ συνυπάρξει EAB 31 μὴ secl. Kayser 10 συνάγοντες L 12 predicta T 17 τὸ om. edd. || διαφορούμενον MEAB: διφορόμενον (eras. ἁ) L: onine quod diversificatur Τ || ἀξίωμα del. Bekk. 19 post ἴσως add. ἂν L 20 opinionum T φάσεων, quod iam coni. Gen.))

    v.1.p.93
    τῶν λημμάτων αὐτῆς συμπλοκῇ τὸ συμπέρασμα αὐτῆς ὡς λῆγον ἡγουμένῳ, οἷον οὕτως ‘εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. εἴπερ ἡμέρα ἔστι, φῶς ἔστιν· καὶ ἡμέρα ἔστι καὶ φῶς ἔστιν’.

    ζητουμένου δὲ περὶ τοῦ πῶς κρινοῦμεν τὴν ἀκολουθίαν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον, ὁ διάλληλος εὑρίσκεται τρόπος. ἴνα μὲν γὰρ ἡ κρίσις τοῦ συνημμένου ἀποδειχθῇ τὸ συμπέρασμα τοῖς λήμμασι τῆς ἀποδείξεως ἀκολουθεῖ, ὧς προειρήκαμεν· ἔνα δὲ πάλιν τοῦτο πιστευθῇ, δεῖ τὸ συνημμένον καὶ τὴν ἀκολουθίαν ἐπικεκρίσθαι· ὅπερ ἄτοπον.

    ἀκατάληπτον ἄρα τὸ ὑγιὲς συνημμένον. ἀλλὰ καὶ τὸ προκαθηγούμενον ἄπορόν ἐστιν. τὸ μὲν γὰρ προκαθηγούμενον, ὥς φασιν, ἐστὶ τὸ ἡγούμενον ἐν τοιούτῳ συνημμένῳ, ὅ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές.

    εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ λήγοντος τὸ σημεῖον, ἤτοι πρόδηλόν ἐστι τὸ λῆγον ἢ ἄδηλον. εἰ μὲν οὖν πρόδηλον, οὐδὲ τοῦ ἐκκαλύψοντος δεήσεται, ἀλλὰ συγκαταληφθήσεται αὐτῷ, καὶ οὐκ ἔσται αὐτοῦ σημειωτόν, διόπερ οὐδὲ ἐκεῖνο τούτου σημεῖον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων διαπεφώνηται ἀνεπικρίτως, ποία μέν ἐστιν αὐτῶν ἀληθῆ ποῖα δὲ ψευδῆ, καὶ ὅλως εἰ ἔστι τι αὐτῶν ἀληθές, ἄδηλον ἔσται, εἰ εἰς ἀληθὲς λήγει τὸ συνημμένον. ᾧ συνεισέρχεται καὶ τὸ ἄδηλον εἶναι εἰ προκαθηγεῖται τὸ ἐν αὐτῷ ἡγούμενον.

    ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, οὐ δύναται ἐκκαλυπτικὸν εἶναι τοῦ λήγοντος, εἴγε πρὸς τὸ σημεῖόν ἐστι τὸ σημειωτὸν καὶ διὰ τοῦτο συγκαταλαμβάνεται αὐτῷ. τὰ γὰρ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται· καὶ ὥσπερ τὸ δεξιὸν πρὸ τοῦ ἀριστεροῦ ὧς δεξιὸν ἀριστεροῦ καταληφθῆναι οὐ δύναται, οὐδὲ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι πα- ραπλησίως, οὕτως οὐδὲ τὸ σημεῖον πρὸ τοῦ σημειωτοῦ ὡς σημειωτοῦ καταληφθῆναι δυνατὸν ἔσται.

    εἰ δ’ οὐ προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ, οὐδὲ ἐκκαλυπτικὸν [*](§§ 117—118 (=119—120) ~ adv. dogm. II 165.) [*](26 καὶ ἡμέρα — ἔστιν om. T 27 περὶ τοῦ om. Τ (quesito autem quomodo) cf. p. 84, 16 8 ἐκκαλύψαντος L 9 ἔσται T (erit) cf. V. 13: ἔστιν G || σημειωτικόν A 22 ὧς σημειωτοῦ ML ex corr. signum ante signatum tamquam signati T: om. EAB, fortasse scrib. ὧς <σημεῖον> σημειωτοῦ coll. v. 19.)

    v.1.p.94
    αὐτοῦ δύναται ὑπάρχειν τοῦ ἅμα αὐτῷ καὶ μὴ μετ’ αὐτὸ καταλαμβανομένου. οὐκοῦν καὶ ὅσον ἐπὶ τοῖς κοινότερον λεγομένοις ὑπὸ τῶν ἑτεροδόξων ἀνεπινόητόν ἐστι τὸ σημεῖον. καὶ γὰρ πρός τι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, πρὸς ᾧ φασιν αὐτὸ εἶναι, τοῦτο εἷναι λέγουσιν.

    ὅθεν εἰ μὲν πρός τι ἐστὶ καὶ πρὸς τῷ σημειωτῷ, συγκαταλαμβάνεσθαι πάντως ὀφείλει τῷ σημειωτῷ, καθάπερ τὸ ἀριστερὸν τῷ δεξιῷ καὶ τὸ ἄνω τῷ κάτω καὶ τὰ ἄλλα <τὰ> πρός τι. εἰ δὲ ἐστι τοῦ σημειωτοῦ, προκαταλαμβάνεσθαι αὐτοῦ πάντως ὀφείλει, ἵνα προεπιγνωσθὲν εἰς ἔννοιαν ἡμᾶς ἀγάγῃ τοῦ ἐξ αὐτοῦ γινωσκομένου πράγματος.