Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ὥσπερ οὖν κατὰ τὴν ἀνάγκην τῶν παθῶν ὁ δκεπτικὸς ὑπὸ μὲν δίψους ἐπὶ ποτὸν ὁδηγεῖται, ὑπὸ δὲ λιμοῦ ἐπὶ τροφήν, καὶ ἐπί τι τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ὁ μεθοδικὸς ἰατρὸς ὑπὸ τῶν

v.1.p.62
παθῶν ἐπὶ τὰ κατάλληλα ὁδηγεῖται, ὑπὸ μὲν στεγνώσεως ἐπὶ τὴν χαύνωσιν, ὧς καταφεύγει τις ἀπὸ τῆς διὰ ψῦχος ἐπιτεταμένον πυκνώσεως ἐπὶ ἀλέαν, ὑπὸ δὲ ῥύσεως ἐπὶ τὴν ἐποχὴν αὐτῆς, ὡς καὶ οἱ ἐν βαλανείῳ ἱδρῶτι πολλῷ περιρρεόμενοι καὶ ἐκλυόμενοι ἐπὶ τὴν ἐποχὴν αὐτοῦ παραγίνονται καὶ διὰ τοῦτο ἐπὶ τὸν ψυχρὸν ἀέρα καταφεύγουσιν. ὅτι δὲ καὶ τὰ φύσει ἀλλότρια ἐπὶ τὴν ἄρσιν αὐτῶν ἰέναι καταναγκάζει, πρόδηλον, ὅπου γε καὶ ὁ κύων σκόλοπος αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν αὐτοῦ παραγίνεται.

τᾶι. καὶ ἴνα μὴ καθ’ ἕκαστον λέγων ἐκβαίνω τὸν ὑποτυπωτικὸν τρόπον τῆς συγγραφῆς, πάντα οἶμαι τὰ ὑπὸ τῶν μεθο- δικῶν οὕτω λεγόμενα ὑποτάσσεσθαι δύνασθαι τῇ ἐκ τῶν παθῶν ἀνάγκῃ, τῶν τε κατὰ φύσιν <καὶ τῶν παρὰ φύσιν> πρὸς τῷ καὶ τὸ ἀδόξαστόν τε καὶ ἀδιάφορον τῆς χρήσεως τῶν ὀνομάτων κοινὸν εἶναι τῶν ἀγωγῶν.