Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Φᾶσί μέντοι τινὲς ὅτι ἡ Ἀκαδημαϊκὴ φιλοσοφία ἡ αὐτή ἐστι τῇ σκέψει· διόπερ ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτου διεξελθεῖν. Ἀκαδημίαι δὲ γεγόνασιν, ὡς ὡς φασὶ <ν οἱ> πλείους ἢ], τρεῖς, μία μὲν καὶ ἀρχαιοτάτη ἡ τῶν περὶ Πλάτωνα, δευτέρα δὲ καὶ μέση ἡ τῶν περὶ Ἀρκεσίλαον τὸν ἀκουστὴν Πολέμωνος, τρίτη δὲ καὶ νέα ἡ τῶν περὶ Καρνεάδην καὶ Κλειτόμαχον· ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν περὶ Φίλωνα καὶ Χαρμίδαν, τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν περὶ τὸν] Ἀντίοχον.

ἀρξάμενοι τοίνυν ἀπὸ τῆς ἀρχαίας ἴδωμεν τὴν <πρὸς ἡμᾶς> διαφορὰν διαφορὰν τῶν εἰρημένων φιλοσοφιῶν. τὸν Πλάτωνα οὖν οἱ μὲν δογματικὸν ἔφασαν εἶναι, οἱ δὲ ἀπορητικόν, οἱ δὲ κατὰ μέν τι ἀπορη- τικόν, κατὰ δέ τι δογματικόν· ἐν μὲν γὰρ τοῖς γυμναστικοῖς [φασι] λόγοις, ἔνθα ὁ Σωκράτης εἰσάγεται ἤτοι παίζων πρός τινας ἢ ἀγωνιζόμενος πρὸς σοφιστάς, γυμναστικόν τε καὶ ἀπορητικόν φασιν ἔχειν αὐτὸν χαρακτῆρα, δογματικὸν δέ, ἔνθα σπουδάζων ἀποφαίνεται ἤτοι διὰ Σωκράτους ἢ Τιμαίου ἤ τινος τῶν τοιούτων.

περὶ μὲν οὖν τῶν δογματικὸν αὐτὸν εἶναι λεγόντων, ἢ κατὰ μέν τι δογματικόν, κατὰ δέ τι ἀπορητικόν, περισσὸν ἂν εἴη λέγειν νῦν· αὐτοὶ γὰρ ὁμολογοῦσι τὴν πρὸς ἡμᾶς διαφοράν. περὶ δὲ τοῦ εἰ ἔστιν εἰλικρινῶς σκεπτικὸς πλατύτερον μὲν ἐν [*](§§ 220–235 (om. fort. 223–225) Aenesidemo attribuit Natorp Mus. Rhen. 38 p. 32.) [*](7 δὲ om. Μ || γεγόνασιν om. EAB || post φασὶ Μ habet lacunam 5 literarum, οἱ suppl. Kayser 8 post πλείους EAB add. μὲν || ἢ del. Kayser || καὶ μία EAB || τὸν EAB 9 τὸν MEAB 12 τὴν Fabr.: τῶν G 13 τὴν <τῶν> Gen. 14 τὸν delevi 15 πρὸς ἡμᾶς suppl. coll. 50,26. 52,5. 17 17/18 21 25 ἀπορητικὸν Bekk.: ἀπορηματικὸν G 19 φασι om. T 21 γυμναστικόν τε καὶ del. ut glossema Rüstow 26 καὶ τὴν EAB || quae inter nos et illos est differentia T)

v.1.p.57
τοῖς ὑπομνήμασι διαλαμβάνομεν, νῦν δὲ ὧς ἐν ὑποτυπώσει λέγομεν κατὰ <τοὺς> περὶ Μη νόδοτονκα καὶ Αἰνησίδημον (οὗτοι γὰρ μάλιστα ταύτης προέστησαν τῆς στάσεως), ὅτι ὅταν ὁ Πλάτων’ ἀποφαίνηται περὶ ἰδεῶν ἢ περὶ τοῦ πρόνοιαν εἷναι ἢ περὶ τοῦ τὸν ἐνάρετον βίον αἱρετώτερον εἷναι τοῦ μετὰ κακιῶν, εἴτε ὡς ὑπάρχουσι τούτοις συγκατατίθεται, δογματίζει, εἴτε ὧς πιθανωτέροις προστίθεται, ἐπεὶ προκρίνει τι κατὰ πίστιν ἢ ἀπιστίαν, ἐκπέφευγε τὸν σκεπτικὸν χαρακτῆρα· ὡς γὰρ καὶ τοῦτο ἡμῖν ἐστιν ἀλλότριον, ἐκ τῶν ἔμπροσθεν εἰρημένων πρόδηλον.

εἰ δέ τινα καὶ σκεπτικῶς προφέρεται, ὅταν, ὡς φασί, γυμνάζηται, οὐ παρὰ τοῦτο ἔσται σκεπτικός· ὁ γὰρ περὶ ἑνὸς δογματίζων, ἢ προκρίνων φαντασίαν φαντασίας ὅλως κατὰ πίστιν ἢ ἀπιστίαν <ἤ ἀποφαινόμενος> περί τινος τῶν ἀδήλω, τοῦ δογματικοῦ γίνεται χαρακτῆρος, ὡς δηλοῖ καὶ ὁ Τίμων (Fr. poet. phil. p. 200 Diels = Vorsokr. 2 11 A 35) διὰ τῶν περὶ Ξενοφάνους αὐτῷ λεγομένων.

ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαινέας [τὸν Ξενοφάνην], ὧς καὶ τοὺς σίλλους αὐτῷ ἀναθεῖναι, ἐποίησεν αὐτὸν ὀδυρόμενον καὶ λέγοντα

  • ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι
  • ἀμφοτερόβλεπτος· δολίῃ δ’ ὁδῷ ἐξαπατήθην
  • πρεσβυγενὴς ἔτ’ ἐὼν καὶ ἀμενθήριατος ἀπάσης
  • σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι,
  • εἰς ‘ὲν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ’ ἐὸν αἰεί
  • πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ’ ὁμοίην.
  • διὰ τοῦτο γοῦν καὶ ὑπάτυφον αὐτὸν λέγει, καὶ οὐ τέλειον ἄτυφον, δι’ ὧν φησι (Diels Vorsokr. 2 11 A 35) [*](29 λέγομεν T (dicimus): διαλαμβάνομεν G ΙΙ κατὰ <τοὺς> περὶ Μηνόδοτον Natorp: κατὰ περμήδοτον GT (secundum permindotum): κατὰ Μηνόδοτον Fabr.: κατὰἩρόδοτον Pappenheim 6 σκεπτικὰ EAB 7 περὶ τούτου EAB 8 ὅλως om. Τ 9 add. Pappenheim 12 ἐν — 25 διέσυρεν om. T 13 τ. Ξ. del. Kayser 16 ἀμφοτερόβλεπτος LM: ἀμφοτερόβλεπτα EAB: ἀμφοτεροβλέπτου dubit. Bekk. 17 ἔτ’ ἐὼν G: ἐτέων dubit. Bekk.: τε γέρων Nauck || ἀμενθήριστος Bergk: ἀπενθήτης ριστος G 18 ὅπη ML: ὅπου EAB 19 ταὐτό τε ML: ταυτότης EAB 20 ὁμοίην EAB: ὁμοία L: ἰσοσταθμοίην Μ 21 τελείως Menagius)
    v.1.p.58
  • Ξεινοφάνης ὑπάτυφος, ὁμηραπάτης ἐπισκώπτης,
  • εἰ τὸν ἀπ’ ἀνθρώπων θεὸν ἐπλάσατ’ ἶσον ἀπάντῃ,
  • <ἀτρεμῆ> ἀσκηθῆ νοερώτερον ἠὲ νόημα.
  • ὑπάτυφον μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον, ὁμηραπάτης δὲ ἐπισκώπτην, ἐπεὶ τὴν παρ’ Ὁμήρῳ ἀπάτην διέσυρεν.

    ἐδογμάτιζε δὲ ὁ Ξενοφάνης παρὰ τἀς τῶν ἄλλων ἀνθρώπων προλήψεις ‘ὲν εἶναι τὸ πᾶν, καὶ τὸν θεὸν συμφυῆ τοῖς πᾶσιν, εἶναι δὲ σφαιροειδῆ καὶ ἀπαθῆ καὶ ἀμετάβλητον καὶ λογικόν· ὅθεν καὶ ῥᾴδιον τὴν Ξενοφάνους πρὸς ἡμᾶς διαφορὰν ἐπιδεικνύναι. πλὴν ἀλλ’ ἐκ τῶν εἰρημένων πρόδηλον, ὅτι κἂν περί τινων ἐπαπορῇ ὁ Πλάτων’, ἀλλ’ ἐπεὶ ἔν τισι φαίνεται ἢ περὶ ὑπάρξεως ἀποφαινόμενος πραγμάτων ἀδήλων ἢ προκρίνων ἄδηλα κατὰ πίστιν, οὐκ ἂν εἴη σκεπτικός.

    Οἱ δὲ ἀπὸ τῆς νέας Ἀκαδημίας, εἰ καὶ ἀκατάληπτα εἶναι πάντα φασί, διαφέρουσι τῶν σκεπτικῶν ἴσως μὲν καὶ κατ’ αὐτὸ τὸ λέγειν πάντα εἶναι ἀκατάληπτα (διαβεβαιοῦνται γὰρ περὶ τούτου, ὁ δὲ σκεπτικὸς ἐνδέχεσθαι καὶ καταληφθῆναί τινα προσδοκᾷ), διαφέρουσι δὲ ἡμῶν προδήλως ἐν τῇ τῶν ἀγαθῶν καὶ τῶν κακῶν κρίσει. ἀγαθὸν γὰρ τί φασιν εἶναι οἱ Ἀκαδημαϊκοὶ καὶ κακὸν οὐχ ὧς ἡμεῖς, ἀλλά μετὰ τοῦ πεπεῖσθαι ὅτι πιθανόν ἐστι μᾶλλον ὃ λέγουσιν εἶναι ἀγαθὸν ὑπάρχειν ἢ τὸ ἐναντίον, καὶ ἐπὶ τοῦ κακοῦ ὁμοίως, ἡμῶν ἀγαθόν τι ἢ κακὸν εἶναι λεγόντων οὐδὲν μετὰ τοῦ πιθανὸν εἶναι νομίζειν ὅ φαμεν, ἀλλ’ ἀδοξάστως ἑπομένων τῷ βίῳ, ἴνα μὴ ἀνενέργητοι ὦμεν.

    τάς τε φαντασίας ἡμεῖς μὲν ἴσας λέγομεν εἶναι κατὰ πίστιν ἢ ἀπιστίαν ὅσον ἐπὶ τῷ λόγῳ, ἐκεῖνοι δὲ τἀς μὲν [*](§§ 226–231 ~ adv. dogm. IT 166–189 cf. Mus. Rhen, LXVI (1911) p. 190 sqq.) [*](23 Ξεινοφάνης Gen.: Ξενοφάνης G 24 εἰ τὸν Diels: ἔα τὸν G: ἔκ τὸν Paris. Suppl. 133: ἐκτὸς Bekk.: ὃς τὸν Roeper || ἀπ’ ἀνθρώπων Fabr.: ἀπάνθρωπον G 25 ἀτρεμῆ add. Diels II νοερώτερον Diels: νοερωτὸν G 26 μὲν om. L 26/27 ὁμηραπάτης M: ὁμηραπάτην L: ὁμυραπάτην EAB: 6 ἐπαπορεῖ EAB 8 ἄδηλα <ἀδήλων> Pappenheim 10 οἱ MET (qui autem): οὐ L: εἰ AB (deerat prima litera in archetypo) 11 εἶναι MLT (esse): οὖν EAB || πάντα om. Μ 12 πάντα om. M 13 καὶ om. T 14 et in T 19 ἀγαθῶν et κακῶν EAB)

    v.1.p.59
    πιθανὰς εἶναί φασι τὰς δὲ ἀπιθάνους. καὶ τῶν πιθανῶν δὲ λέγουσι διαφοράς· τὰς μὲν γὰρ αὐτὸ μόνον πιθανὰς ὑπάρχειν ἡγοῦνται, τὰς δὲ πιθανὰς καὶ διεξωδευμένας, δὲ πιθανὰς καὶ περιωδευμένας καὶ ἀπερισπάστους. οἷον ἐν οἴκῳ σκοτεινῷ ποσῶς κειμένου σχοινίου ἐσπ.ειραμένου πιθανὴ ἁπλῶς φαντασία [*](29a) γίνεται ἀπὸ τούτου ὡς ἀπὸ ὄφεως τῷ ἀθρόως ἐπεισελθόντι·

    τῷ μέντοι περισκοπήσαντι ἀκριβῶς καὶ δ ιεξοδ εύσ αντι τὰ περὶ αὐτό, οἷον ὅτι οὐ κινεῖται, ὅτι τὸ χρῶμα τοῖόν ἐστι, καὶ τῶν ἄλλων ἕκαστον, φαίνεται σχοινίον κατὰ τὴν φαντασίαν τὴν πιθανὴν καὶ περιωδευμένην. ἡ δὲ καὶ ἀπερίσπαστος φαντασία τοιάδε ἐστίν. λέγεται ὁ Ἡρακλῆς ἀποθανοῦσαν τὴν Ἄλκηστιν αὖθις ἐξ Ἅιδου ἀναγαγεῖν καὶ δεῖξαι τῷ Ἀδμήτῳ, ὃς πιθανὴν <μὲν> [*](4a) ἐλάμβανε φαντασίαν τῆς Ἀλκήστιδος καὶ περιωδευμένην· ἐπεὶ μέντοι ᾔδει ὅτι τέθνηκεν, περιεσπᾶτο αὐτοῦ ἡ διάνοια ἀπὸ τῆς συγκαταθέσεως καὶ πρὸς ἀπιστίαν ἔκλινεν. <. . . .

    > προκρίνουσιν οὖν οἱ ἐκ τῆς νέας Ἀκαδημίας τῆς μὲν πιθανῆς ἀπλῶς τὴν πιθανὴν καὶ περιωδευμένην φαντασίαν, [*](9a) ἀμφοτέρων δὲ τούτων τὴν πιθανὴν καὶ περιωσευμένην καὶ ἀπερίσπαστον. εἰ δὲ καὶ πείθεσθαί τισιν οἱ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τῆς σκέψεως λέγουσι, πρόδηλος καὶ ἡ κατὰ τοῦτο διαφορὰ τῶν φιλοσοφιῶν.

    τὸ ψὰρ πείθεσθαι λέγεται διαφόρως, τό τε μὴ ἀντιτείνειν ἀλλ’ ἁπλῶς ἕπεσθαι ἄνευ σφοδρᾶς προσκλίσεως καὶ προσπαθείας, ὧς ὁ παῖς πείθεσθαι λέγεται τῷ παιδαγωγῷ· ἅπαξ δὲ τὸ μετὰ αἱρέσεως καὶ οἱονεὶ συμπαθείας κατὰ τὸ σφόδρα βούλεσθαι συγκατατίθεσθαί τινι, ὧς ὁ ἄσωτος πείθεται τῷ δαπανητικῶς βιοῦν ἀξιοῦντι. διόπερ ἐπειδὴ οἱ μὲν περὶ Καρνεάδην καὶ Κλειτόμαχον μετὰ προσκλίσεως [*](26/27 περιωδ. Kayser 1 καὶ post δὲ om. T 4 ὃς πιθανὴν μὲν T (qui prohdbilem quidem sumehat): καὶ πιθανὴν G cf. Mus. Rhen. 1. 1. 11 fortasse λέγονται 15 ἅπαξ — 17 τινι: et consentire alicui secundum ualde. cum electione et quasi conpassione Τ 15 τὸ Gen.: τῷ G 17 ὁ om. L 18 moventi T)

    v.1.p.60
    σφοδρᾶς πείθεσθαί τε καὶ πιθανὸν εἶναί τί φασιν, ἡμεῖς δὲ κατὰ τὸ ἀπλῶς εἴκειν ἄνευ προσπαθείας, καὶ κατὰ τοῦτο ἂν αὐτῶν διαφέροιμεν.

    ἀλλὰ καὶ ἐν τοῖς πρὸς τὸ τέλος διαφέρομεν τῆς νέας Ἀκαδημίας· οἱ μὲν γὰρ κατ᾿ αὐτὴν κοσμεῖσθαι λέγοντες ἄνδρες τῷ πιθανῷ προσχρῶνται κατὰ τὸν βίον, ἡμεῖς δὲ τοῖς νόμοις καὶ τοῖς ἔθεσι καὶ τοῖς φυσικοῖς πάθεσιν ἑπόμενοι βιοῦμεν ἀδοξάστως. καὶ πλείω δ᾿ ἂν εἴπομεν πρὸς τὴν διάκρισιν, εἰ μὴ τῆς συντομίας ἐστοχαζόμεθα.

    Ὁ μέντοι Ἀρκεσίλαος, ὃν τῆς μέσης Ἀκαδημίας ἐλέγομεν εἶναι προστάτην καὶ ἀρχηγόν, πάνυ μοι δοκεῖ τοῖς Πυρρωνείοις κοινωνεῖν λόγοις, ὡς μίαν εἶναι σχεδὸν τὴν κατ᾿ αὐτὸν ἀγωγὴν καὶ τὴν ἡμετέραν· οὔτε γὰρ περὶ ὑπάρξεως ἢ ἀνυπαρξίας τινὸς ἀποφαινόμενος εὑρίσκεται, οὔτε κατὰ πίστιν ἢ ἀπιστίαν προκρίνει τι ἕτερον ἑτέρου, ἀλλὰ περὶ πάντων ἐπέχει. καὶ τέλος μὲν εἶναι τὴν ἐποχήν, ᾗ συνεισέρχεσθαι τὴν ἀταραξίαν ἡμεῖς ἐφάσκομεν.

    λέγει δὲ καὶ ἀγαθὰ μὲν εἶναι τὰς κατὰ μέρος ἐποχάς, κακὰ δὲ τἀς κατὰ μέρος συγκαταθέσεις. [*](4a) ἐκτὸς εἰ μὴ λέγοι τις, ὅτι ἡμεῖς μὲν κατὰ τὸ φαινόμενον ἡμῖν ταῦτα λέγομεν καὶ οὐ διαβεβαιωτικῶς, ἐκεῖνος δὲ ὡς πρὸς τὴν φύσιν, ὥστε καὶ ἀγαθὸν μὲν εἶναι αὐτὸν λέγειν τὴν ἐποχήν, κακὸν δὲ τὴν συγκατάθεσιν.

    εἰ δὲ δεῖ καὶ τοῖς περὶ αὐτοῦ λεγομένοις πιστεύειν, φασὶν ὅτι κατὰ μὲν τὸ πρόχειρον Πυρρώνειος ἐφαίνετο εἶναι, κατὰ δὲ τὴν ἀλήθειαν δογματικὸς ἦν· καὶ ἐπεὶ τῶν ἑταίρων ἀπόπειραν ἐλάμβανε διὰ τῆς ἀπορητικῆς, εἰ εὐφυῶς ἔχουσι πρὸς τὴν ἀνάληψιν τῶν Πλατωνικῶν δογμάτων, δόξαι αὐτὸν ἀπορητικὸν εἶναι, τοῖς μέντοι γε εὐφυέσι τῶν ἑταίρων τὰ Πλάτωνος παρεγχειρεῖν. ἔνθεν καὶ τὸν Ἀρίστωνα (Stoic. fr. I 344 Arn. cf. Ζ 181) εἰπεῖν περὶ αὐτοῦ [*](20 σφοδρῶς L 22 περὶ τοῦ τέλους T (de fine) 23/24 qui ipsam decora videntur viri T 31 εἶναι δοκεῖν Μ 3 est esse (sic) T, unde fortasse verbura eliciendum: λέγει vel φησὶ 5 ἐκτὸς scripsi coll. p. 243, 12. 746,26: ἐξὸν M: ἤτοι πλὴν LEAB: nisi quis dicat T || λέγει L || ἡμεῖς μὲν κατὰ om. L 8 εἶναι om. Τ || αὐτὸν scripsi T secutus (unde et bonum quidem ipse dicit): αὐτὴν G 11 ἐπὶ LEAB || ἑτεαριων M: sodaliumT: ἑτέρων LEAB 14 ἑταίρων MT (sodalium): ἑτέρων LEAB 15 παρεγχει- ρίζειν Bekk. dubit. || exinde fertur T 30 ἐπεὶ δὲ EABT (quando autem): ἐπεὶ δὴ L: ἐπειδὴ M 9 <καὶ> ἐλέγ. edd. 16 ἐατρὸς om. T cf. p. 56,1)

    v.1.p.61
  • πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος,
  • διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον, εἶναι δὲ ἄντικρυς Πλατωνικόν.

    Οἱ δὲ περὶ Φίλωνά φασιν ὅσον μὲν ἐπὶ τῷΣτωικῷ κριτηρίῳ, τουτέστι τῇ καταληπτικῇ φαντασίᾳ, ἀκατάληπτα εἶναι τὰ πράγματα, ὅσον δὲ ἐπὶ τῇ φύσει τῶν πραγμάτων αὐτῶν, καταληπτά. ἀλλὰ καὶ ὁ Ἀντίοχος τὴν Στοὰν μετήγαγεν εἰς τὴν Ἀκαδημίαν, ὡς καὶ εἰρῆσθαι ἐπ’ αὐτῷ ὅτι Ἀκαδημίᾳ φ ιλοσοφεῖ τὰ Στωικά· ἐπεδείκνυε γὰρ ὅτι παρὰ Πλάτωνι κεῖται τὰ τῶν Στωικὼν δόγματα. ὡς πρόδηλον εἶναι τὴν τῆς σκεπτικῆς ἀγωγῆς διαφορὰν πρός τε τὴν τετάρτην καὶ τὴν πέμπτην καλουμένην Ἀκαδημίαν.

    λδ' εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει.

    Ἐπεὶ δὲ καὶ τῇ ἐμπειρίᾳ τῇ κατὰ τὴν ἰατρικὴν αἱρέσει τὴν αὐτὴν εἶναι λέγουσί τινες τὴν σκεπτικὴν φιλοσοφίαν, γνωστέον ὅτι, εἴπερ ἡ ἐμπειρία ἐκείνη περὶ τῆς ἀκαταληψίας τῶν ἀδήλων διαβεβαιοῦται, οὔτε ἡ αὐτή ἐστι τῇ σκέψει οὔτε ἁρμόζοι ἂν τῷ σκεπτικῷ τὴν αἵρεσιν ἐκείνην ἀναλαμβάνειν. μᾶλλον δὲ τὴν καλουμένην μέθοδον, ὧς ἐμοὶ δοκεῖ, δύναιτο ἂν μετιέναι·

    αὕτη γὰρ μόνη τῶν κατὰ ἰατρικὴν αἱρέσεων περὶ μὲν τῶν ἀδήλων δοκεῖ μὴ προπετεύεσθαι, πότερον καταληπτά ἐστιν ἢ ἀκατάληπτα λέγειν αὐθαδειαζομένη, τοῖς δὲ φαινομένοις ἑπομένη ἀπὸ τούτων λαμβάνει τὸ συμφέρειν δοκοῦν κατὰ τὴν τῶν σκεπτικῶν ἀκολουθίαν. ἐλέγομεν γὰρ ἐν τοῖς ἔμπροσθεν (§ 23), ὅτι ὁ βίος ὁ κοινός, ᾧ καὶ ὁ σκεπτικὸς χρῆται, τετραμερής ἐστιν, τὸ μέν τι ἔχων ἐν ὑφηγήσει φύσεως, τὸ δ’ ἐν ἀνάγκῃ παθῶν, τὸ δ’ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ δ’ ἐν διδασκαλίᾳ τεχνῶν.

    ὥσπερ οὖν κατὰ τὴν ἀνάγκην τῶν παθῶν ὁ δκεπτικὸς ὑπὸ μὲν δίψους ἐπὶ ποτὸν ὁδηγεῖται, ὑπὸ δὲ λιμοῦ ἐπὶ τροφήν, καὶ ἐπί τι τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ὁ μεθοδικὸς ἰατρὸς ὑπὸ τῶν

    v.1.p.62
    παθῶν ἐπὶ τὰ κατάλληλα ὁδηγεῖται, ὑπὸ μὲν στεγνώσεως ἐπὶ τὴν χαύνωσιν, ὧς καταφεύγει τις ἀπὸ τῆς διὰ ψῦχος ἐπιτεταμένον πυκνώσεως ἐπὶ ἀλέαν, ὑπὸ δὲ ῥύσεως ἐπὶ τὴν ἐποχὴν αὐτῆς, ὡς καὶ οἱ ἐν βαλανείῳ ἱδρῶτι πολλῷ περιρρεόμενοι καὶ ἐκλυόμενοι ἐπὶ τὴν ἐποχὴν αὐτοῦ παραγίνονται καὶ διὰ τοῦτο ἐπὶ τὸν ψυχρὸν ἀέρα καταφεύγουσιν. ὅτι δὲ καὶ τὰ φύσει ἀλλότρια ἐπὶ τὴν ἄρσιν αὐτῶν ἰέναι καταναγκάζει, πρόδηλον, ὅπου γε καὶ ὁ κύων σκόλοπος αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν αὐτοῦ παραγίνεται.

    τᾶι. καὶ ἴνα μὴ καθ’ ἕκαστον λέγων ἐκβαίνω τὸν ὑποτυπωτικὸν τρόπον τῆς συγγραφῆς, πάντα οἶμαι τὰ ὑπὸ τῶν μεθο- δικῶν οὕτω λεγόμενα ὑποτάσσεσθαι δύνασθαι τῇ ἐκ τῶν παθῶν ἀνάγκῃ, τῶν τε κατὰ φύσιν <καὶ τῶν παρὰ φύσιν> πρὸς τῷ καὶ τὸ ἀδόξαστόν τε καὶ ἀδιάφορον τῆς χρήσεως τῶν ὀνομάτων κοινὸν εἶναι τῶν ἀγωγῶν.