Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Ἵνα δὲ καὶ ἐπὶ μιᾶς ἑκάστης αἰσθήσεως ἱστάντες τὸν λόγον, ἢ καὶ ἀφιστάμενοι τῶν αἰσθήσεων, ἔχωμεν καταλήγειν εἰς τὴν ἐποχήν, παραλαμβάνομεν καὶ τὸν τέταρτον τρόπον αὐτῆς. ἔστι δ’ οὗτος ὁ παρὰ τὰς περιστάσεις καλούμενος, λούμενος, περιστάσεις λεγόντων ἡμῶν τὰς διαθέσεις. θεωρεῖσθαι δ’ αὐτόν φαμεν ἐν τῷ κατὰ φύσιν ἢ παρὰ φύσιν <ἔχειν> ἐν τῷ ἐγρηγορέναι ἢ καθεύδειν, παρὰ τὰς ἡλικίας, παρὰ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν, παρὰ τὸ μισεῖν ἤ φιλεῖν, παρὰ τὸ ἐνδεεῖς εἶναι ἢ κεκορεσμένους, παρὰ τὸ μεθύειν ἢ νήφειν, παρὰ τἀς προδιαθέσεις, παρὰ τὸ θαρρεῖν ἢ δεδιέναι, ἢ] παρὰ τὸ λυπεῖσθαι ἢ χαίρειν.

οἶον παρὰ μὲν τὸ κατὰ φύσιν ἢ παρά φύσιν ἔχειν ἀνόμοια ὑποπίπτει τὰ πράγματα, ἐπεὶ οἱ μὲν φρενιτίζοντες καὶ οἱ θεοφορούμενοι δαιμόνων ἀκούειν δοκοῦσιν, ἡμεῖς δὲ οὔ. ὁμοίως δὲ ἀποφορᾶς στύ- ρακος ἢ λιβανωτοῦ ἤ τινος τοιούτου καὶ ἄλλων πλειόνων [*](§§ 100—117 Diog. Laert. IX 82. Philo de ebr. 178 sqq.) [*](29 εἰ Gen. T (verum etiamsi): om. G cf. p. 6,4. 30 μόνας Bekk.: πλείονας GT (plures): πάσας Stephanus (omnes) 31 ἢ καὶ πλείους Kayser 32 τὰς ἡμῖν om. Μ || ἐστι om. EAB 33/1 ante λόγος inser. ἡμῖν M, ὁ L 1 suppL e T (ductoribus eum fallentibus) cf. p. 30, 11 5 στάντες Gen. Fabr. 6/7 Καταλλαγὴν L 11 ἔχειν addidi coU. p. 24, 16. 14 ἢ a Bekkero deL om. T 17 θεοφρουρούμενοι L 18 ἀπὸ φορᾶς EAB Gen. Fabr.: odorem Τ)

v.1.p.28
ἀντιλαμβάνεσθαι πολλάκις λέγουσιν, ἡμῶν μὴ αἰσθανομένων. καὶ τὸ αὐτὸ ὕδωρ φλεγμαίνουσι μὲν τόποις ἐπιχυθὲν ζεστὸν εἶναι δοκεῖ, ἡμῖν δὲ χλιαρόν. καὶ τὸ αὐτὸ ἱμάτιον τοῖς μὲν ὑπόσφαγμα ἔχουσι φαίνεται κιρρόν, ἐμοὶ δὲ οὔ. καὶ τὸ αὐτὸ μέλι ἐμοὶ μὲν φαίνεται γλυκύ, τοῖς δὲ ἰκτερικοῖς πικρόν.

εἰ δέ τις λέγει ὅτι χυμῶν τινων παραπλοκὴ ἀνοικείους φαντασίας ἐκ τῶν ὑποκειμένων ποιεῖ τοῖς παρὰ φύσιν ἔχουσιν, λεκτέον ὅτι ἐπεὶ καὶ οἱ ὑγιαίνοντες χυμοὺς ἔχουσιν ἀνακεκραμένους, δύνανται οὗτοι τὰ ἐκτὸς ὑποκείμενα, τοιαῦτα ὄντα τῇ φύσει ὁποῖα φαίνεται τοῖς παρὰ φύσιν ἔχειν λεγομένοις, ἑτεροῖα φαίνεσθαι ποιεῖν τοῖς ὑγιαίνουσιν.

τὸ γὰρ ἐκείνοις μὲν τοῖς χυμοῖς μεταβλητικὴν τῶν ὑποκειμένων διδόναι δύναμιν, τούτοις δὲ μή, πλασματικόν ἐστιν, ἐπεὶ καὶ ὥσπερ οἱ ὑγιαίνοντες κατὰ φύσιν μὲν τὴν τῶν ὑγιαινόντων ἔχουσι, παρὰ φύσιν δὲ τὴν τῶν νοσούντων, οὕτω καὶ οἱ νοσοῦντες παρὰ φύσιν μὲν ἔχουσι τὴν τῶν ὑγιαινόντων, κατὰ φύσιν δὲ τὴν τῶν νοσούντων, ὥστε κἀκείνοις πρός τι κατὰ φύσιν ἔχουσι πιστευτέον.

παρὰ δὲ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι διάφοροι γί- νονται φαντασίαι, ἐπεὶ ὧς καθ’ ὕπνους φανταζόμεθα, οὐ φανταζόμεθα ἐγρηγορότες, οὐδὲ ὡς φανταζόμεθα ἐγρηγορότες, καὶ κατὰ τοὺς ὕπνους φανταζόμεθα, ὥστε εἶναι αὐταῖς ἢ μὴ εἶναι γίνεται οὐχ ἁπλῶς ἀλλὰ πρός τι· πρὸς γὰρ τὸ καθ’ ὕπνους ἢ πρὸς ἐγρήγορσιν. εἰκότως οὖν καθ’ ὕπνους ὁρῶμεν ταῦτα ἅ ἐστιν ἀνύπαρκτα ἐν τῷ ἐγρη- γορέναι, οὐ[κ ἐν τῷ] καθάπαξ ἀνύπαρκτα ὄντα· ἔστι γὰρ καθ’ ὕπνους, ὥσπερ τὰ ὕπαρ ἔστιν κἂν μὴ ᾖ καθ’ ὕπνους.

παρὰ δὲ τὰς ἡλικίας, ὅτι ὁ αὐτὸς ἀὴρ τοῖς μὲν γέρουσι ψυχρὸς εἶναι δοκεῖ τοῖς δὲ ἀκμάζουσιν εὔκρατος, [*](23 κιρρόν Fabr.: κορρόν G 25 λέγοι T (dicat) || τινων om. L 29 τῇ φύσει G cf. p. 39, 10: φύσει edd. 31 μεταβάλλει post χυμοῖς add. M 5 ἔχοντες EAB 9 <τὸ> εἷναι ci.: quare esse et nonesse fii eis T 10 αὐταῖς Apelt: αὐτοῖς G 11 ἐγρήγορσιν <γίνεται> Pappenheim 12 ἀνύπαρκτα ἐν τῷ ἐγρ. MLT (que sunt non existentiam in devigilando) sic: ἐν τῷ om: EAB: ἐν τῷ εγρ. ἀν’. edd. 13 ἐν τῷ delevi: οὐ καὶ τὸ καθ’. Diels colL p. 565,16 15 ὅτι Τ (quia) edd.: ἔτι G)

v.1.p.29
καὶ τὸ αὐτὸ χρῶμα τοῖς μὲν πρεσβυτέροις ἀμαυρὸν φαί- νεται τοῖς δὲ ἀκμάζουσι κατακορές, καὶ φωνὴ ὁμοίως ἡ αὐτὴ τοῖς μὲν ἀμαυρὰ δοκεῖ τυγχάνειν τοῖς δ’ ἐξάκουστος.

καὶ παρὰ τἀς αἱρέσεις δὲ καὶ φυγὰς ἀνομοίως κινοῦνται οἱ ταῖς ἡλικίαις διαφέροντες· παισὶ μὲν γάρ, εἰ τύχοι, σφαῖραι καὶ τροχοὶ διὰ σπουδῆς εἰσιν, οἱ ἀκμάζοντες δὲ ἄλλα αἱροῦνται, καὶ ἄλλα οἱ γέροντες. ἐξ ὧν συνάγεται ὅτι διάφοροι γίνονται φαντασίαι ὑπὸ τῶν αὐτῶν ὑποκειμένων καὶ παρὰ τὰς διαφόρους ἡλικίας.

παρὰ δὲ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν ἀνόμοια φαίνεται τὰ πράγματα, ἐπεὶ ἅπερ ἑστῶτες ὁρῶμεν ἀτρεμοῦντα, ταῦτα παραπλέοντες κινεῖσθαι δοκοῦμεν.

παρὰ δὲ τὸ φιλεῖν ἤ μισεῖν, ὅτι κρέα ὕεια τινὲς μὲν ἀποστρέφονται καθ’ ὑπερβολήν, τινὲς δὲ ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος (fr. 518 Kock cf. Nauck Mel. gr. VI 120 Cobet N. L. p. 85.) ἔφη

  • οἶος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται;
  • ἀφ’ οὗ τοιοῦτος γέγονεν; οἶον θηρίον.
  • τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.
  • πολλοὶ <δὲ> καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς εἷναι δοκοῦσιν.

    παρὰ δὲ τὸ πεινῆν ἢ κεκορέσθαι, ὅτι τὸ αὐτὸ ἔδεσμα τοῖς μὲν πεινῶσιν ἥδιστον εἶναι δοκεῖ, τοῖς δὲ κεκορεσμένοις ἀηδές. παρὰ δὲ τὸ μεθύειν ἢ νήφειν, ὅτι ἅπερ νήφοντες αἰσχρὰ εἶναι δοκοῦμεν, ταῦτα ἡμῖν μεθύουσιν οὐκ αἰσχρὰ φαίνεται.

    παρὰ δὲ τὰς προδιαθέσεις, ὅτι ὁ αὐτὸς οἶνος τοῖς μὲν φοίνικας ἢ ἰσχάδας προφαγοῦσιν ὀξώδης φαίνεται, τοῖς δὲ κάρυα ἢ ἐρεβίνθους προσενεγκαμένοις ἡδὺς εἶναι δοκεῖ, καὶ ἡ τοῦ βαλανείου παραστὰς τοὺς μὲν ἔξωθεν εἰσιόντας θερμαίνει, ψύχει δὲ τοὺς ἐξιόντας, εἰ ἐν αὐτῇ διατρίβοιεν.

    παρὰ δὲ τὸ φοβεῖσθαι ἢ θαρρεῖν, ὅτι τὸ αὐτὸ πρᾶγμα τῷ μὲν δειλῷ φοβερὸν καὶ δεινὸν εἶναι δοκεῖ, τῷ θαρραλεωτέρῳ δὲ οὐσαμῶς. παρὰ δὲ τὸ λυπεῖσθαι ἢ χαίρειν, ὅτι τὰ αὐτὰ [*](17 χρῶμα Bekk. : βρῶμα GT (cibus) 24 ἀπὸ Pappenh. coll. p. 58, 28. 27 πλέοντες Τ (navigantes) v. 34 om. Τ sed addit etc. (cf p. XI) 1 δὲ quod iam Bekk. ci. addit Τ (etiam et) ΙΙ ἔχοντες om. T 4 περὶ EAB 8 γίνεται M 9 εἶναι δοκεῖ om. T 14 περὶ δὲ τοῦ EAB)

    v.1.p.30
    πράγματα τοῖς μὲν λυπουμένοις ἐστὶν ἐπαχθῆ τοῖς δὲ xaqiroysin ἡδέα.

    Τοσαύτης οὖν οὔσης ἀνωμαλίας καὶ παρὰ [*](16/7) τὰς διαθέσεις, καὶ ἄλλοτε ἄλλως ἐν ταῖς διαθέσεσι τῶν ἀνθρώπων γινομένων, ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἑκάστῳ φαίνεται ῥᾴδιον ἴσως εἰπεῖν, ὁποῖον δὲ ἔστιν οὐκέτι, ἐπεὶ καὶ ἀνεπίκριτός ἐστιν ἡ ἄνωμαλία. ὁ γὰρ ἐπικρίνων ταύτην ἤτοι ἔν τισι τῶν προειρημένων διαθέσεων ἐστιν ἢ ἐν οὐδεμιᾷ τὸ παράπαν ἐστὶ διαθέσει. τὸ μὲν οὖν λέγειν ὅτι ἐν οὐδεμιᾷ διαθέσει τὸ σύνολόν ἐστιν, οἷον οὔτε ὑγιαίνει οὔτε νοσεῖ, οὔτε κινεῖται οὔτε ἠρεμεῖ, οὔτε ἔν τινι ἡλικίᾳ ἐστίν, ἀπήλλακται δὲ καὶ τῶν ἄλλων διαθέσεων, τελέως ἀπεμφαίνει. εἰ δὲ ἔν τινι διαθέσει ὢν κρινεῖ τὰς φαντασίας, μέρος ἔσται τῆς διαφωνίας,

    καὶ ἄλλως οὐκ εἰλικρινὴς τῶν ἐκτὸς ὑποκειμένων ἔσται κριτὴς διὰ τὸ τεθολῶσθαι ταῖς διαθέσεσιν ἐν αἷς ἔστιν· οὔτε οὖν ὁ ἐγρηγορὼς δύναται συγκρίνειν τἀς τῶν καθευδόντων φαντασιάς ταῖς τῶν ἐγρηγορότων, οὔτε ὁ ὑγιαίνων τὰς τῶν ωοσούντων ταῖς τῶν ὑγιαινόντων· τοῖς γὰρ παροῦσι καὶ κινοῦσιν ἡμᾶς κατὰ τὸ παρὸν συγκατατιθέμεθα μᾶλλον ἢ τοῖς μὴ παροῦσιν.

    καὶ ἄλλως δὲ ἀνεπίκριτός ἐστιν ἡ τῶν τοιούτων φαντασιῶν ἀνωμαλία. ὁ γὰρ προκρίνων φαντασίαν φαντασίας καὶ περίστασιν περιστάσεως ἤτοι ἀκρίτως καὶ ἄνευ ἀποδείξεως τοῦτο ποιεῖ ἢ κρίνων καὶ ἀποδεικνύς. ἀλλ’ οὔτε ἄνευ τούτων (ἄπιστος γὰρ ἔσται), οὔτε σύν τούτοις. εἰ γὰρ κρινεῖ τὰς φαντασίας, πάντως κριτηρίῳ κρινεῖ.

    τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀληθὲς εἶναι λέξει ἢ ψευδές. ἀλλ’ εἰ μὲν ψευδές, ἄπιστος ἔσται. εἰ δὲ ἀληθὲς εἶναι τοῦτο φήσει, ἤτοι ἄνευ ἀποδείξεως λέξει ὅτι ἀληθές ἐστι τὸ κριτήριον, ἢ μετὰ ἀποδείξεως. καὶ εἰ μὲν ἄνευ ἀποδείξεως, ἄπιστος ἔσται· εἰ δὲ μετὰ ἀποδείξεως, πάντως δεήσει καὶ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι, ἐπεὶ ἄπιστος ἔσται. ἀληθῆ [*](16/17 περὶ EABT (circa) 18 καὶ ἄλλοτε — 19 μὲν om. EAB 8 ἄλλως MLT (aliter) cf. Philo de ebr. 176: ἄλλων EAB 21 ἔστιν om. T 24 τὸ — 25 κινεῖται om. EAB 29 ἔσται T (erit): ἐστὶ G 33 ταῖς Τ (hiis que sanorum sunt): καὶ τἀς G 7 πάντως om. Μ ΙΙ κρινεῖ κριτηρίῳ EAB 9 ἄπιστος Bekk. : ἄπιστον GT (incredibile) 10 λέξει — 11 μετὰ ἀποδείξεως om. EAB 11 εἰ LMT (si): ὁ EAB)

    v.1.p.31
    οὖν λέξει τὴν ἀπόδειξιν τὴν εἰς πίστωσιν τοῦ κριτηρίου λαμβανομένην πότερον κεκρικὼς αὐτὴν ἢ μὴ κεκρικώς;

    κώς; εἰ μὲν γὰρ μὴ κρίνας, ἄπιστος ἔσται, εἰ δὲ κρίνας, δῆλον ὅτι κριτηρίῳ φήσει κεκρικέναι, οὗ κριτηρίου ζητήσομεν ἀπόδειξιν, κἀκείνης κριτήριον. χρῄζει γὰρ ἀεὶ καὶ ἡ ἀπόδειξις κριτηρίου, ἴνα βεβαιωθῇ, καὶ τὸ κριτήριον ἀποδείξεως, ἵν́α ἀληθὲς εἶναι δειχθῇ· καὶ οὔτε ἀπόδειξις ὑγιὴς εἶναι δύναται μὴ προϋπάρχοντος κριτηρίου ἀληθοῦς, οὔτε κριτήριον ἀληθὲς μὴ προπεπιστωμένης τῆς ἀποδείξεως.

    καὶ οὕτως ἐμπίπτουσιν εἰς τὸν διάλληλον τρόπον τό τε κριτήριον καὶ ἡ ἀπόδειξις, ἐν ᾧ ἀμφότερα εὑρίσκεται ἄπιστα· ἑκάτερον γὰρ τὴν θατέρου πίστιν περιμένον ὁμοίως τῷ λοιπῷ ἐστιν ἄπιστον. εἰ οὖν μήτε ἄνευ ἀποδείξεως <καὶ< κριτηρίου μήτε σὺν τούτοις δύναταί τις προκρῖναι φαντασίαν φαντασίας, ἀνεπίκριτοι ἔσονται αἱ παρὰ τὰς διαφόρους διαθέσεις διάφοροι γινόμεναι φαντασίαι, ὥστε εἰσάγεται ἡ περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ καὶ ὅσον ἐπὶ τούτῳ τῷ τρόπῳ.

    Πέμπτος ἐστὶ λόγος ὁ παρά τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τούς τόπους· καὶ γὰρ παρὰ τούτων ἕκαστον τὰ αὐτὰ πράγματα διάφορα φαίνεται, οἷον ἡ αὐτὴ στοὰ ἀπὸ μὲν τῆς ἑτέρας ἀρχῆς ὁρωμένη μείουρος φαίνεται, ἀπὸ δὲ τοῦ μέσου σύμμετρος πάντοθεν, καὶ τὸ αὐτὸ πλοῖον πόρρωθεν μὲν μικρὸν φαίνεται καὶ ἑστὼς, ἐγγύθεν δὲ μέγα καὶ κινούμενον, καὶ ὁ αὐτὸς πόργος πόρρωθεν μὲν φαίνεται στρογγύλος ἐγγύθεν δὲ τετράγωνος.

    ταῦτα μὲν παρὰ τὰ διαστήματα, παρὰ δὲ τούς τόπους ὅτι τὸ λυχνιαῖον φῶς ἐν ἡλίῳ μὲν ἀμαυρὸν φαίνεται ἐν σκότῳ δὲ λαμπρόν, καὶ ἡ αὐτὴ κώπη ἔναλος μὲν κεκλασμένη ἔξαλος δὲ εὐθεῖα, καὶ τὸ ᾠὸν ἐν μὲν τῇ ὄρνιθι ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ λυγγούριον ἐν μὲν λυγγὶ ὑγρὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ [*](§§ 118—123 : cf. Diog. Laert. IX 85—86. Philo de ebr. 181 sqq.) [*](14 εἰς <τὴν> L edd. 20 καὶ ἵνα EAB 26 καὶ add. Stephanus 30 περὶ EABT (de): παρὰ LM || καὶ om. Τ || ὅσον MT (quantum): ὃς LEAB: ὡς Gen., del. Kayser 4 μείουρος A: μύουρος LMEB 10 ἀμαυρῶ L 13 λυνγούριον et λυνγί LM)

    v.1.p.32
    τὸ κοράλον ἐν θαλάττῃ μὲν ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ φωνὴ ἀλλοία μὲν φαίνεται ἐν σύριγγι γινομένη, ἀλλοία δὲ ἐν αὐλῷ, ἀλλοία δὲ ἐν ἀέρι ἁπλῶς.