Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐκεῖνοι γοῦν τηλικαύτας δυνάμεις ἔχοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰ μὲν ἀφέλοι τις πρεσβύτην ἕνα Συρακοσίων, παραχρῆμα τῆς πόλεως κυριεύσειν ἤλπιζον,

τούτου δὲ συμπαρόντος οὐκ ἐθάρρουν οὐδʼ ἐπιβαλέσθαι κατά γε τοῦτον τὸν τρόπον, καθʼ ὃν ἀμύνασθαι δυνατὸς ἦν Ἀρχιμήδης.

οὐ μὴν ἀλλὰ νομίσαντες μάλιστʼ ἂν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας διὰ τὸ πλῆθος τοὺς ἔνδον ὑποχειρίους σφίσι γενέσθαι, ταύτης ἀντείχοντο τῆς ἐλπίδος· καὶ ταῖς μὲν ναυσὶ τὰς κατὰ θάλατταν ἐπικουρίας αὐτῶν ἐκώλυον, τῷ δὲ πεζῷ στρατεύματι τὰς κατὰ γῆν. βουλόμενοι δὲ μὴ ποιεῖν ἄπρακτον τὸν χρόνον,

ἐν ᾧ προσεδρεύουσι ταῖς Συρακούσαις, ἀλλʼ ἅμα τι καὶ τῶν ἐκτὸς χρησίμων κατασκευάζεσθαι, διεῖλον οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὴν δύναμιν,

ὥστε τὸν μὲν Ἄππιον ἔχοντα δύο μέρη προσκαθῆσθαι τοῖς ἐν τῇ πόλει, τὸ δὲ τρίτον ἀναλαβόντα Μάρκον ἐπιπορεύεσθαι τοὺς τὰ Καρχηδονίων αἱρουμένους κατὰ τὴν Σικελίαν. [3, 1 — 6, 4 θαλάττης ἐγίνετο ετ 7, 6 τῶν μὲν ἄλλων — ἐθάρρησαν ξοδ. ωεσξηερι πολιορξéτιθυε δες γρεξς. παρις. 1867 π. 321 ετ ειυσδεμ φραγμεντς ινéδιτς δε πολψβε, παρις 1869 π. 9; 3, 2 κατὰ τὴν Σκυτικὴν — 7, 9 οὐκ ἐθάρρουν οὐδʼ ἐπιβαλέσθαι ηερο δε ρεπελλ. οβσιδ. π. 326 τηεϝενοτ; 4, 1 — 7, 12 κατὰ τὴν Σικελίαν ξοδ. υρβ. φολ. 104 εχξ. αντ. π. 197.]

καταλαβέσθαι --- ἐγχειρήσας [*](δεμετριυς) μετὰ τῆς Φιλίππου γνώμης τὴν τῶν Μεσσηνίων πόλιν εἰκῇ καὶ παραβόλως, ἐν αὐτῷ τῷ τῆς πράξεως καιρῷ διεφθάρη· περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, διασαφήσομεν πολψβ. ιιι, 19, 11.

ὅτι Φίλιππος παραγενόμενος εἰς τὴν Μεσσήνην ἔφθειρε τὴν χώραν δυσμενικῶς, θυμῷ τὸ πλεῖον ἢ λογισμῷ χρώμενος·