Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τούτου δὲ τοῦ σχήματος αἰεὶ παρὰ μίαν ἐπιφάνειαν καὶ πλευράν, ἥτις ἂν ἐπιτηδειοτάτη φανῇ πρός τε τὰς ὑδρείας καὶ προνομάς, παραβάλλεται τὰ Ῥωμαϊκὰ στρατόπεδα τὸν τρόπον τοῦτον.

ἓξ ὑπαρχόντων χιλιάρχων ἐν ἑκάστῳ στρατοπέδῳ κατὰ τὸν ἄρτι λόγον, δυεῖν δὲ στρατοπέδων ὄντων τῶν Ῥωμαϊκῶν ἀεὶ μεθʼ ἑκατέρου τῶν ὑπάτων, φανερὸν ὅτι δώδεκα χιλιάρχους ἀνάγκη συστρατεύειν ἑκατέρῳ τῶν ὑπάτων.

τιθέασι δὴ τὰς τούτων σκηνὰς ἐπὶ μίαν εὐθεῖαν ἁπάσας, ἥτις ἐστὶ παράλληλος τῇ τοῦ τετραγώνου προκριθείσῃ πλευρᾷ, πεντήκοντα δʼ ἀπέχει πόδας ἀπʼ αὐτῆς, ἵνʼ ᾗ τοῖς ἵπποις, ἅμα δʼ ὑποζυγίοις καὶ τῇ λοιπῇ τῶν χιλιάρχων ἀποσκευῇ τόπος.

αἱ δὲ σκηναὶ τοῦ προειρημένου σχήματος εἰς τοὔμπαλιν ἀπεστραμμέναι πήγνυνται πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, ἣ νοείσθω καὶ καλείσθω δὲ καθάπαξ ἡμῖν ἀεὶ τοῦ παντὸς σχήματος κατὰ πρόσωπον.

ἀφεστᾶσι δʼ ἀλλήλων μὲν ἴσον αἱ τῶν χιλιάρχων σκηναί, τοσοῦτον δὲ τόπον ὥστε παρʼ ὅλον τὸ πλάτος ἀεὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων παρήκειν.