Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν οἰκείαν, καὶ διαφεὶς τὰς δυνάμεις εἰς παραχειμασίαν, διεπέμπετο πρὸς τὸν Ἀχαιόν,

ἐγκαλῶν καὶ διαμαρτυρόμενος πρῶτον μὲν ἐπὶ τῷ τετολμηκέναι διάδημα περιθέσθαι καὶ βασιλέα χρηματίζειν, δεύτερον δὲ προλέγων ὡς οὐ λανθάνει κοινοπραγῶν Πτολεμαίῳ καὶ καθόλου πλείω τοῦ δέοντος κινούμενος.

ὁ γὰρ Ἀχαιός, καθʼ οὓς καιροὺς ἐπὶ τὸν Ἀρταβαζάνην ὁ βασιλεὺς ἐστράτευε, πεισθεὶς καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον, καὶ μὴ παθόντος ἐλπίσας διὰ τὸ μῆκος

τῆς ἀποστάσεως φθάσειν ἐμβαλὼν εἰς Συρίαν καὶ συνεργοῖς χρησάμενος Κυρρησταῖς τοῖς ἀποστάταις γεγονόσι τοῦ βασιλέως ταχέως ἂν κρατῆσαι τῶν κατὰ τὴν βασιλείαν πραγμάτων, ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐκ Λυδίας.

παραγενόμενος δʼ εἰς Λαοδίκειαν τὴν ἐν Φρυγίᾳ διάδημά τε περιέθετο καὶ βασιλεὺς τότε πρῶτον ἐτόλμησε χρηματίζειν καὶ γράφειν πρὸς τὰς πόλεις; Γαρσυήριδος αὐτὸν τοῦ φυγάδος εἰς τοῦτο τὸ μέρος μάλιστα προτρεψαμένου. προάγοντος δὲ κατὰ τὸ συνεχὲς αὐτοῦ,

καὶ σχεδὸν ἤδη περὶ Λυκαονίαν ὄντος, αἱ δυνάμεις ἐστασίασαν, δυσαρεστούμεναι τῷ δοκεῖν γίνεσθαι τὴν στρατείαν ἐπὶ τὸν κατὰ φύσιν αὐτῶν ἐξ ἀρχῆς ὑπάρχοντα βασιλέα.

διόπερ Ἀχαιὸς συνεὶς τὴν ἐν αὐτοῖς διατροπὴν τῆς μὲν προκειμένης ἐπιβολῆς ἀπέστη, βουλόμενος δὲ πεισθῆναι τὰς δυνάμεις ὡς οὐδʼ ἐξ ἀρχῆς ἐπεβάλετο στρατεύειν εἰς Συρίαν, ἐπιστρέψας πορθεῖ τὴν Πισιδικήν,

καὶ πολλὰς ὠφελείας παρασκευάσας τῷ στρατοπέδῳ, πάντας εὔνους αὑτῷ καὶ πεπιστευκότας ἔχων ἐπανῆλθε πάλιν εἰς τὴν οἰκείαν.

ὁ δὲ βασιλεὺς σαφῶς ἕκαστα τούτων ἐπεγνωκώς, πρὸς μὲν τὸν Ἀχαιὸν διεπέμπετο συνεχῶς ἀνατεινόμενος, καθάπερ ἐπάνω προεῖπον, πρὸς δὲ ταῖς ἐπὶ τὸν Πτολεμαῖον παρασκευαῖς ὅλος καὶ πᾶς ἦν.

διὸ καὶ συναθροίσας εἰς Ἀπάμειαν τὰς δυνάμεις ὑπὸ τὴν ἐαρινὴν ὥραν, ἀνέδωκε τοῖς φίλοις διαβούλιον πῶς χρηστέον ἐστὶ ταῖς εἰς Κοίλην Συρίαν εἰσβολαῖς.

πολλῶν δʼ εἰς τοῦτο τὸ μέρος ῥηθέντων καὶ περὶ τῶν τόπων καὶ περὶ παρασκευῆς καὶ περὶ τῆς κατὰ τὴν ναυτικὴν δύναμιν συνεργείας, Ἀπολλοφάνης, ὑπὲρ οὗ καὶ πρότερον εἴπαμεν, τὸ γένος ὢν Σελευκεύς, ἐπέτεμε πάσας τὰς προειρημένας γνώμας·

ἔφη γὰρ εὔηθες εἶναι τὸ Κοίλης μὲν Συρίας ἐπιθυμεῖν καὶ στρατεύειν ἐπὶ ταύτην, Σελεύκειαν δὲ περιορᾶν ὑπὸ Πτολεμαίου κρατουμένην, ἀρχηγέτιν οὖσαν καὶ σχεδὸν ὡς εἰπεῖν ἑστίαν ὑπάρχουσαν τῆς αὑτῶν δυναστείας.

ἣν χωρὶς τῆς αἰσχύνης, ἣν περιποιεῖ νῦν τῇ βασιλείᾳ φρουρουμένη διὰ τῶν ἐν Αἰγύπτῳ βασιλέων, καὶ πρὸς πραγμάτων λόγον μεγίστας ἔχειν καὶ καλλίστας ἀφορμάς.

κρατουμένην μὲν γὰρ ὑπὸ τῶν ἐχθρῶν μέγιστον ἐμπόδιον εἶναι πρὸς πάσας αὐτοῖς τὰς ἐπιβολάς·

οὗ γὰρ ἂν ἐπινοήσωσιν ἀεὶ προβαίνειν, οὐκ ἐλάττονος δεῖσθαι προνοίας καὶ φυλακῆς αὐτοῖς τοὺς οἰκείους τόπους διὰ τὸν ἀπὸ ταύτης φόβον τῆς ἐπὶ τοὺς πολεμίους παρασκευῆς.