Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆθος ἐν τοῖς κατʼ Ἔφεσον.

διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστʼ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπεδοκίμασαν διὰ τὰς προειρημένας αἰτίας· τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρόδηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι συμφέρειν.

λοιπὸν ἦν ἄκοντα κατέχειν. τοῦτο δʼ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν· μάλιστα δὲ τοῦτο τὸ μέρος ὁ Σωσίβιος ὑφεωρᾶτο διά τινα τοιαύτην αἰ

τίαν. καθʼ ὃν γὰρ καιρὸν ἐγίνοντο περὶ τὴν ἀναίρεσιν τοῦ Μάγα καὶ τῆς Βερενίκης, ἀγωνιῶντες μὴ διασφαλῶσι τῆς ἐπιβολῆς, καὶ μάλιστα διὰ τὴν Βερενίκης τόλμαν, ἠναγκάζοντο πάντας αἰκάλλειν τοὺς περὶ τὴν αὐλὴν καὶ πᾶσιν ὑπογράφειν ἐλπίδας, ἐὰν κατὰ λόγον αὐτοῖς χωρήσῃ τὰ πράγματα.

τότε δὴ κατανοῶν ὁ Σωσίβιος τὸν Κλεομένην δεόμενον μὲν τῆς ἐκ τῶν βασιλέων ἐπικουρίας, ἔχοντα δὲ γνώμην καὶ πραγμάτων ἀληθινὴν ἔννοιαν, ὑπογράφων αὐτῷ μεγάλας ἐλπίδας ἅμα συμμετέδωκε τῆς ἐπιβολῆς.

θεωρῶν δʼ αὐτὸν ὁ Κλεομένης ἐξεπτοημένον καὶ μάλιστα δεδιότα τοὺς ξένους καὶ μισθοφόρους, θαρρεῖν παρεκάλει· τοὺς γὰρ μισθοφόρους βλάψειν μὲν αὐτὸν οὐδέν, ὠφελήσειν δʼ ὑπισχνεῖτο.

μᾶλλον δʼ αὐτοῦ θαυμάσαντος τὴν ἐπαγγελίαν "οὐχ ὁρᾷσ" ἔφη "διότι σχεδὸν εἰς τρισχιλίους εἰσὶν ἀπὸ Πελοποννήσου ξένοι καὶ Κρῆτες εἰς χιλίους, οἷς ἐὰν νεύσωμεν ἡμεῖς μόνον, ἑτοίμως ὑπουργήσουσι πάντες; τούτων δὲ συστραφέντων, τίνας ἀγωνιᾷς;

ἢ δῆλον" ἔφη "τοὺς ἀπὸ Συρίας καὶ Καρίας στρατιώτας;"

τότε μὲν οὖν ἡδέως ὁ Σωσίβιος ἀκούσας ταῦτα διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῆς Βερενίκης πρᾶξιν·

μετὰ δὲ ταῦτα θεωρῶν τὴν τοῦ βασιλέως ῥᾳθυμίαν, ἀεὶ τὸν λόγον ἀνενεοῦτο, καὶ πρὸ ὀφθαλμῶν τήν τε τοῦ Κλεομένους τόλμαν ἐλάμβανε καὶ τὴν τῶν ξένων πρὸς αὐτὸν εὔνοιαν.

διὸ καὶ τότε μάλιστα παρέστησε τῷ τε βασιλεῖ καὶ τοῖς φίλοις ὁρμὴν οὗτος εἰς τὸ προκαταλαβέσθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην.

πρὸς δὲ τὴν ἐπίνοιαν ταύτην