Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἐλατείας ἀνέστρεφε, κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μεγαλέας εἰς τὰς Ἀθήνας ἀπεχώρησε, καταλιπὼν τὸν Λεόντιον ἐν ἐγγύῃ τῶν εἴκοσι ταλάντων.

τῶν δʼ ἐν ταῖς Ἀθήναις στρατηγῶν οὐ προσδεξαμένων αὐτόν, μετῆλθε πάλιν εἰς τὰς Θήβας.

ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῶν κατὰ Κίρραν τόπων κατέπλευσε μετὰ τῶν ὑπασπιστῶν εἰς τὸν τῶν Σικυωνίων λιμένα, κἀκεῖθεν ἀναβὰς εἰς τὴν πόλιν τοὺς μὲν ἄρχοντας παρῃτήσατο, παρὰ δʼ Ἄρατον καταλύσας μετὰ τούτου τὴν πᾶσαν ἐποιεῖτο διαγωγήν, τῷ δʼ Ἀπελλῇ συνέταξε πλεῖν εἰς Κόρινθον.

προσπεσόντων δὲ τῶν κατὰ τὸν Μεγαλέαν αὐτῷ, τοὺς μὲν πελταστάς, ὧν ἡγεῖτο Λεόντιος, εἰς τὴν Τριφυλίαν ἐξαπέστειλε μετὰ Ταυρίωνος, ὥς τινος χρείας κατεπειγούσης, τούτων δʼ ἀφορμησάντων, ἀπαγαγεῖν ἐκέλευσε τὸν Λεόντιον πρὸς τὴν ἀναδοχήν.

συνέντες δʼ οἱ πελτασταὶ τὸ γεγονός, διαπεμψαμένου τινὰ πρὸς αὐτοὺς τοῦ Λεοντίου, πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν βασιλέα, παρακαλοῦντες, εἰ μὲν πρὸς ἄλλο τι πεποίηται τὴν ἀπαγωγὴν τοῦ Λεοντίου, μὴ χωρὶς αὑτῶν ποιήσασθαι τὴν ὑπὲρ τῶν ἐγκαλουμένων κρίσιν,

εἰ δὲ μή, ὅτι νομιοῦσι μεγαλείως παρολιγωρεῖσθαι καὶ καταγινώσκεσθαι πάντες — εἶχον γὰρ ἀεὶ τὴν τοιαύτην ἰσηγορίαν Μακεδόνες πρὸς τοὺς βασιλεῖς —

εἰ δὲ πρὸς τὴν ἐγγύην τοῦ Μεγαλέου, διότι τὰ χρήματα κατὰ κοινὸν εἰσενέγκαντες ἐκτίσουσιν αὐτοί.

τὸν μὲν οὖν Λεόντιον ὁ βασιλεὺς παροξυνθεὶς θᾶττον ἢ προέθετο διὰ τὴν τῶν πελταστῶν

φιλοτιμίαν ἐπανείλετο. οἱ δὲ παρὰ τῶν Ῥοδίων καὶ Χίων πρέσβεις ἐπανῆκον ἐκ τῆς Αἰτωλίας, ἀνοχάς τε πεποιημένοι τριακονθημέρους, καὶ πρὸς τὰς διαλύσεις ἑτοίμους φάσκοντες εἶναι τοὺς Αἰτωλούς,

καὶ τεταγμένοι ῥητὴν ἡμέραν, εἰς ἣν ἠξίουν τὸν Φίλιππον ἀπαντῆσαι πρὸς τὸ Ῥίον, ὑπισχνούμενοι πάντα ποιήσειν τοὺς Αἰτωλοὺς ἐφʼ ᾧ συνθέσθαι τὴν εἰρήνην.

ὁ δὲ Φίλιππος, δεξάμενος τὰς ἀνοχάς, τοῖς μὲν συμμάχοις ἔγραψε, διασαφῶν πέμπειν εἰς Πάτρας τοὺς συνεδρεύσοντας καὶ βουλευσομένους ὑπὲρ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως, αὐτὸς δʼ ἐκ τοῦ Λεχαίου κατέπλευσε δευτεραῖος εἰς τὰς Πάτρας.

κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐπιστολαί τινες ἀνεπέμφθησαν πρὸς αὐτὸν ἐκ τῶν κατὰ τὴν Φωκίδα τόπων, παρὰ τοῦ Μεγαλέα διαπεμπόμεναι πρὸς τοὺς Αἰτωλούς, ἐν αἷς ἦν παράκλησίς τε τῶν Αἰτωλῶν θαρρεῖν καὶ μένειν ἐν τῷ πολέμῳ, διότι τὰ κατὰ τὸν Φίλιππον ἔξω τελέως ἐστὶ διὰ τὴν ἀχορηγησίαν· πρὸς δὲ τούτοις κατηγορίαι τινὲς τοῦ βασιλέως καὶ λοιδορίαι φιλαπεχθεῖς ἦσαν.

ἀναγνοὺς δὲ ταύτας, καὶ νομίσας πάντων τῶν κακῶν ἀρχηγὸν εἶναι τὸν Ἀπελλῆν, τοῦτον μὲν εὐθέως φυλακὴν περιστήσας ἐξαπέστειλε μετὰ σπουδῆς εἰς τὸν Κόρινθον, ἅμα δὲ καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸν ἐρώμενον,

ἐπὶ δὲ τὸν Μεγαλέαν εἰς τὰς Θήβας Ἀλέξανδρον ἔπεμψε, προστάξας ἄγειν αὐτὸν ἐπὶ τὰς ἀρχὰς πρὸς τὴν ἐγγύην.

τοῦ δʼ Ἀλεξάνδρου τὸ προσταχθὲν ποιήσαντος, οὐχ ὑπέμεινε τὴν πρᾶξιν ὁ Μεγαλέας, ἀλλʼ αὑτῷ προσήνεγκε τὰς χεῖρας.

περὶ δὲ τὰς αὐτὰς ἡμέρας συνέβη καὶ τὸν Ἀπελλῆν μεταλλάξαι τὸν βίον, ἅμα δὲ καὶ τὸν υἱὸν καὶ τὸν ἐρώμενον.