Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εὕρηται δὲ μάλιστα καὶ πρῶτον τοιαύτη κακεντρέχεια καὶ βασκανία καὶ δόλος ἐκ τῶν περὶ τὰς αὐλὰς διατριβόντων καὶ τῆς τούτων πρὸς ἀλλήλους ζηλοτυπίας καὶ πλεονεξίας.

ὁμοίως δὲ καὶ τὸν ἐπὶ τῆς θεραπείας τεταγμένον Ἀλέξανδρον, ὅτε λάβοι καιρόν, διέδακνε, βουλόμενος καὶ τὴν περὶ τὸ σῶμα φυλακὴν τοῦ βασιλέως διʼ αὑτοῦ γενέσθαι καὶ καθόλου κινῆσαι τὴν ὑπʼ Ἀντιγόνου καταλειφθεῖσαν διάταξιν.

Ἀντίγονος γὰρ καλῶς μὲν ζῶν προέστη τῆς τε βασιλείας καὶ τοῦ παιδὸς αὑτοῦ, καλῶς δὲ τὸν βίον μεταλλάττων προενοήθη πρὸς τὸ μέλλον περὶ πάντων τῶν πραγμάτων.

ἀπολιπὼν γὰρ διαθήκην ἔγραφε Μακεδόσιν ὑπὲρ τῶν διῳκημένων· ὁμοίως δὲ καὶ περὶ τοῦ μέλλοντος διέταξε πῶς καὶ διὰ τίνων ἕκαστα δεήσει χειρίζεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν καταλιπεῖν τοῖς περὶ τὴν αὐλὴν πρὸς ἀλλήλους φιλοτιμίας καὶ στάσεως.

ἐν οἷς τῶν τότε συστρατευομένων αὐτὸς μὲν Ἀπελλῆς ἐν τοῖς ἐπιτρόποις ἀπελέλειπτο, Λεόντιος δʼ ἐπὶ τῶν πελταστῶν, Μεγαλέας δʼ ἐπὶ τοῦ γραμματείου, Ταυρίων δʼ ἐπὶ τῶν κατὰ Πελοπόννησον, Ἀλέξανδρος δʼ ἐπὶ τῆς θεραπείας.

τὸν μὲν οὖν Λεόντιον καὶ Μεγαλέαν ὑφʼ αὑτὸν εἶχεν ὁλοσχερῶς, τὸν δʼ Ἀλέξανδρον καὶ Ταυρίωνα μεταστησάμενος ἀπὸ τῆς χρείας ἔσπευδε καὶ ταῦτα καὶ τἄλλα πάντα διʼ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων χειρίζειν.

ὃ δὴ καὶ ῥᾳδίως ἂν ἐπετέλεσε μὴ παρασκευάσας ἀνταγωνιστὴν Ἄρατον αὑτῷ· νῦν δὲ ταχέως πεῖραν ἔλαβε τῆς σφετέρας ἀφροσύνης καὶ πλεονεξίας.

ὃ γὰρ αὐτὸς ἐπεβάλετο πρᾶξαι κατὰ τῶν πέλας, τοῦτʼ ἔπαθε καὶ λίαν ἐν πάνυ βραχεῖ χρόνῳ.

πῶς δὲ καὶ τίνι τρόπῳ τοῦτο συνέβη γενέσθαι κατὰ μὲν τὸ παρὸν ὑπερθησόμεθα καὶ καταστρέψομεν τὴν βύβλον ταύτην, ἐν δὲ τοῖς ἑξῆς πειρασόμεθα σαφῶς ὑπὲρ ἑκάστων ἐξαγγέλλειν.

Φίλιππος δὲ τὰ προειρημένα διαταξάμενος ἐπανῆλθεν εἰς Ἄργος, κἀνταῦθα τὴν παραχειμασίαν ἐποίει μετὰ τῶν φίλων, τὰς δὲ δυνάμεις ἀπέλυσεν εἰς Μακεδονίαν.

τὸ μὲν οὖν κατὰ τὴν Ἀράτου τοῦ νεωτέρου στρατηγίαν ἔτος ἐτύγχανε διεληλυθὸς περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν· οὕτως γὰρ ἦγε τοὺς χρόνους τότε τὸ τῶν Ἀχαιῶν ἔθνος.