Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐδενὸς δὲ προσέχοντος αὐτῷ, τἀναντία δὲ συστρεφομένων ἐπʼ αὐτὸν τῶν ἀνθρώπων, συννοήσας τὸ γινόμενον, ἀπεχώρει λαθραίως, καὶ διελθὼν τὴν χώραν ἧκε μόνος εἰς τὴν Ἀχαΐαν ἐκπεπτωκώς. οἱ δὲ Λακεδαιμόνιοι,

δείσαντες τὴν τοῦ Φιλίππου παρουσίαν, τἀπὸ τῆς χώρας ἀπεσκευάζοντο καὶ τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον κατασκάψαντες ἐξέλιπον.

Λακεδαιμόνιοι μὲν οὖν,

ἀπὸ τῆς Λυκούργου νομοθεσίας καλλίστῃ χρησάμενοι πολιτείᾳ καὶ μεγίστην ἔχοντες δύναμιν ἕως τῆς ἐν Λεύκτροις μάχης, αὖτις ἐπὶ τἀναντία τραπείσης αὐτοῖς τῆς τύχης, καὶ τοὔμπαλιν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ μᾶλλον τῆς πολιτείας αὐτῶν προβαινούσης,

τέλος πλείστων μὲν πόνων καὶ στάσεων ἐμφυλίων πεῖραν εἶχον, πλείστοις δʼ ἐπάλαισαν ἀναδασμοῖς καὶ φυγαῖς, πικροτάτης δὲ δουλείας πεῖραν ἔλαβον ἕως τῆς Νάβιδος τυραννίδος, οἱ τὸ πρὶν οὐδὲ τοὔνομα δυνηθέντες ἀνασχέσθαι ῥᾳδίως αὐτῆς.

τὰ μὲν οὖν πάλαι καὶ τὰ πλείω περὶ Λακεδαιμονίων εἰς ἑκάτερον μέρος ὑπὸ πολλῶν εἴρηται τάδε. ἐναργέστατα δʼ ἐστὶν ἀφʼ οὗ Κλεομένης ὁλοσχερῶς κατέλυσε τὸ πάτριον πολίτευμα. νῦν δʼ ὑφʼ ἡμῶν ῥηθήσεται κατὰ τοὺς ἁρμόζοντας ἀεὶ καιρούς.

ὁ δὲ Φίλιππος ἀναζεύξας ἐκ τῆς Μεγάλης πόλεως καὶ πορευθεὶς διὰ τῆς Τεγέας παρῆν εἰς Ἄργος, κἀκεῖ τὸ λοιπὸν μέρος τοῦ χειμῶνος διέτριβε, κατά τε τὴν λοιπὴν ἀναστροφὴν καὶ κατὰ τὰς πράξεις τεθαυμασμένος ὑπὲρ τὴν ἡλικίαν ἐν ταῖς προειρημέναις στρατείαις.

ὁ δʼ Ἀπελλῆς οὐδʼ ὣς ἔληγε τῆς ἐπιβολῆς, ἀλλʼ οἷός τʼ ἦν ἄγειν ὑπὸ τὸν ζυγὸν τῷ κατὰ βραχὺ τοὺς Ἀχαιούς.

ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμένους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλλον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν ἐπιδεξιότητα καὶ νουνέχειαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ.

ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τίνες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει πρὸς τὴν ἑαυτοῦ φιλίαν.