Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

νῦν δὲ πεισθεὶς τοῖς Ἠπειρώταις πρῶτον ἐκπολιορκῆσαι τὸν Ἄμβρακον, ἔδωκε τοῖς Αἰτωλοῖς ἀναστροφὴν εἰς τὸ καὶ στῆναι καὶ προνοηθῆναί τι καὶ παρασκευάσασθαι πρὸς τὸ μέλλον.

οἱ γὰρ Ἠπειρῶται, τὸ σφέτερον ἀναγκαιότερον τιθέμενοι τοῦ κοινοῦ τῶν συμμάχων, καὶ μεγάλως σπουδάζοντες ὑφʼ αὑτοὺς ποιήσασθαι τὸν Ἄμβρακον, ἐδέοντο τοῦ Φιλίππου ποιήσασθαι πολιορκίαν περὶ τὸ χωρίον καὶ τοῦτο πρότερον ἐξελεῖν,

περὶ πλείστου ποιούμενοι τὸ κομίσασθαι τὴν Ἀμβρακίαν παρὰ τῶν Αἰτωλῶν, τοῦτο δὲ γενέσθαι μόνως ἂν ἐλπίζοντες, εἰ τοῦ προειρημένου τόπου κυριεύσαντες ἐπικαθίσαιεν τῇ πόλει.

ὁ γὰρ Ἄμβρακος ἔστι μὲν χωρίον εὖ κατεσκευασμένον καὶ προτειχίσμασι καὶ τείχει, κεῖται δʼ ἐν λίμναις, μίαν ἀπὸ τῆς χώρας στενὴν καὶ χωστὴν ἔχον πρόσοδον, ἐπίκειται δʼ εὐκαίρως τῇ τε χώρᾳ τῶν Ἀμβρακιωτῶν καὶ τῇ πόλει.

Φίλιππος μὲν οὖν πεισθεὶς Ἠπειρώταις καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἄμβρακον, ἐγίνετο περὶ