Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, ἠλαττωμένοι μὲν περὶ τὴν βοήθειαν, δεδιότες δὲ τὸ μέλλον ἐκ τῆς τοῦ φρουρίου καταλήψεως, τὸ μὲν πρῶτον ἔπεμπον ἀγγέλους πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, δηλοῦντες τὰ γεγονότα καὶ δεόμενοι σφίσι βοηθεῖν· μετὰ δὲ ταῦτα πρεσβευτὰς ἐξαπέστελλον τοὺς περὶ τῶν αὐτῶν ἀξιώσοντας.

ὁ δʼ Ἄρατος οὔτε τὸ ξενικὸν ἐδύνατο συστήσασθαι διὰ τὸ κατὰ τὸν Κλεομενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις, καθόλου τε ταῖς ἐπιβολαῖς καὶ συλλήβδην πᾶσι τοῖς τοῦ πολέμου πράγμασιν ἀτόλμως ἐχρῆτο καὶ νωθρῶς.

διόπερ ὅ τε Λυκοῦργος εἷλε τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον, ὅ τʼ Εὐριπίδας ἑξῆς τοῖς εἰρημένοις Γόρτυναν τῆς Τελφουσίας.

οἵ τε Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, δυσελπιστήσαντες ἐπὶ ταῖς τοῦ στρατηγοῦ βοηθείαις, συνεφρόνησαν ἀλλήλοις εἰς τὸ τὰς μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν,

ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους, πεζοὺς μὲν τριακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ διὰ τούτων ἀσφαλίζεσθαι τὴν χώραν.