Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παραχρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγμάτων φρονίμως καὶ μεγαλοψύχως προέστη.

τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασιλείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπιπορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου πᾶσαν.

τῶν δὲ πραγμάτων αὐτῷ παραδόξως εὐροούντων, ἐπεὶ τὸν μὲν Ἄτταλον εἰς αὐτὸ τὸ Πέργαμον συνέκλεισε, τῶν δὲ λοιπῶν πάντων ἦν ἐγκρατής, ἐπαρθεὶς τοῖς εὐτυχήμασι παρὰ πόδας ἐξώκειλε.

καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύσας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν·

ᾧ καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον.

ὁ δὲ Προυσίας ἐνεκάλει μὲν πρότερον τοῖς Βυζαντίοις ὅτι ψηφισαμένων τινὰς εἰκόνας αὐτοῦ ταύτας οὐκ ἀνετίθεσαν, ἀλλʼ εἰς ἐπισυρμὸν καὶ λήθην ἄγοιεν,

δυσηρέστει δʼ αὐτοῖς καὶ ἐπὶ τῷ πᾶσαν προσενέγκασθαι φιλονεικίαν εἰς τὸ διαλῦσαι τὴν Ἀχαιοῦ πρὸς Ἄτταλον ἔχθραν καὶ τὸν πόλεμον, νομίζων κατὰ πολλοὺς τρόπους ἀλυσιτελῆ τοῖς αὑτοῦ πράγμασιν ὑπάρχειν τὴν ἐκείνων φιλίαν.

ἠρέθιζε δʼ αὐτὸν καὶ τὸ δοκεῖν Βυζαντίους πρὸς μὲν Ἄτταλον εἰς τοὺς τῆς Ἀθηνᾶς ἀγῶνας τοὺς συνθύσοντας ἐξαπεσταλκέναι, πρὸς αὐτὸν δʼ εἰς τὰ Σωτήρια μηδένα πεπομφέναι.

διόπερ ἐκ πάντων τούτων ὑποικουρουμένης παρʼ αὐτῷ τῆς ὀργῆς, ἄσμενος ἐπελάβετο τῆς τῶν Ῥοδίων προφάσεως, καὶ συγκαταθέμενος τοῖς πρεσβευταῖς ἐκείνους μὲν ᾤετο δεῖν κατὰ θάλατταν πολεμεῖν, αὐτὸς δὲ κατὰ γῆν οὐκ ἐλάττω βλάψειν ἔδοξε τοὺς ὑπεναντίους.

ὁ μὲν οὖν Ῥοδίων πρὸς Βυζαντίους πόλεμος