Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀπεχώρησαν πρὸς τὸν Φίλιππον. ταῦτα δὲ πράξαντες εὐθέως ἔπεμπον οἱ προεστῶτες ἔφοροι τῶν πραγμάτων τοὺς κατηγορήσοντας πρὸς τὸν Φίλιππον τῶν ἀνῃρημένων καὶ παρακαλέσοντας αὐτὸν ἐπισχεῖν τὴν παρουσίαν, ἕως ἂν ἐκ τοῦ γεγονότος κινήματος εἰς τὴν ἀποκατάστασιν ἔλθῃ τὰ κατὰ τὴν πόλιν· γινώσκειν δὲ διότι πρόκειται διατηρεῖν αὐτοῖς πάντα τὰ δίκαια καὶ φιλάνθρωπα πρὸς Μακεδόνας·

οἳ καὶ συμμίξαντες ἤδη περὶ τὸ Παρθένιον ὄρος ὄντι τῷ βασιλεῖ διελέχθησαν ἀκολούθως ταῖς ἐντολαῖς.

ὁ δὲ διακούσας παρεκάλεσε τοὺς ἥκοντας κατὰ σπουδὴν ποιήσασθαι τὴν εἰς οἶκον ἐπάνοδον καὶ δηλοῦν τοῖς ἐφόροις ὅτι κατὰ τὸ συνεχὲς πορευθεὶς αὐτὸς μὲν ἐν Τεγέᾳ ποιήσεται τὴν στρατοπεδείαν, ἐκείνους δʼ οἴεται δεῖν τὴν ταχίστην ἐκπέμπειν ἄνδρας ἀξιοχρέους τοὺς κοινολογησομένους πρὸς αὑτὸν ὑπὲρ τῶν ἐνεστώτων.

ποιησάντων δὲ τὸ προσταχθὲν τῶν ἀπαντησάντων, διακούσαντες τὰ παρὰ τοῦ βασιλέως οἱ προεστῶτες τῶν Λακεδαιμονίων

ἐξέπεμψαν ἄνδρας δέκα πρὸς τὸν Φίλιππον οἳ καὶ πορευθέντες εἰς τὴν Τεγέαν καὶ παρελθόντες εἰς τὸ τοῦ βασιλέως συνέδριον, Ὠμίου προεστῶτος αὐτῶν, κατηγόρησαν μὲν τῶν περὶ τὸν Ἀδείμαντον ὡς αἰτίων γεγονότων τῆς κινήσεως,

πάντα δʼ ὑπισχνοῦνται ποιήσειν αὐτοὶ τῷ Φιλίππῳ τὰ κατὰ τὴν συμμαχίαν, καὶ μηδενὸς ἐν μηδενὶ φανήσεσθαι δεύτεροι κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τῶν δοκούντων ἀληθινῶν αὐτῷ φίλων ὑπάρχειν.

οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντες μετέστησαν, οἱ δὲ μετέχοντες τοῦ συνεδρίου διεφέροντο πρὸς ἀλλήλους ταῖς γνώμαις.

καὶ τινὲς μέν, εἰδότες τὴν κακοπραγμοσύνην τῶν ἐν τῇ Σπάρτῃ, καὶ πεπεισμένοι τοὺς περὶ τὸν Ἀδείμαντον ἀπολωλέναι διὰ τὴν πρὸς αὑτοὺς εὔνοιαν, τούς τε Λακεδαιμονίους ἐπιβεβλῆσθαι κοινοπραγεῖν τοῖς Αἰτωλοῖς, συνεβούλευον τῷ Φιλίππῳ παράδειγμα ποιῆσαι τοὺς Λακεδαιμονίους, χρησάμενον αὐτοῖς τὸν αὐτὸν τρόπον ὅνπερ Ἀλέξανδρος ἐχρήσατο Θηβαίοις εὐθέως παραλαβὼν τὴν ἀρχήν·

ἕτεροι δὲ τῶν πρεσβυτέρων τὴν μὲν τοιαύτην ὀργὴν βαρυτέραν ἀπέφαινον εἶναι τῶν γεγονότων, ἐπιτιμῆσαι δὲ δεῖν τοῖς αἰτίοις, καὶ μεταστησάμενον τούτους ἐγχειρίσαι τὸ πολίτευμα καὶ τὰς ἀρχὰς τοῖς αὑτοῦ

φίλοις. ὁ δὲ βασιλεὺς ἐπὶ πᾶσιν, εἰ χρὴ τοῦ βασιλέως λέγειν τὰς τότε γνώμας· οὐ γὰρ εἰκὸς ἑπτακαιδεκαέτη παῖδα περὶ τηλικούτων δύνασθαι πραγμάτων διευκρινεῖν.

ἀλλʼ ἡμῖν μὲν καθήκει τοῖς γράφουσι τὰς κυρούσας τὰ διαβούλια γνώμας ἀνατιθέναι τοῖς προεστῶσι τῶν ὅλων· τοὺς μέντοι γʼ ἀκούοντας αὐτοὺς χρὴ συνυπονοεῖν διότι τῶν συνόντων καὶ μάλιστα τῶν παρακειμένων εἰκός ἐστιν εἶναι τὰς τοιαύτας ὑποθέσεις καὶ διαλήψεις·

ὧν Ἀράτῳ τις ἐπιεικέστατʼ ἂν προσάπτοι τὴν τότε ῥηθεῖσαν ὑπὸ τοῦ βασιλέως γνώμην.