Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς [ἂν] ἐπὶ στρατηγίαν αἱρήσονται· διʼ οὗ τρόπου τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν.

οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος·

τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρεν κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δʼ Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. —