Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἁπλῶς δʼ οὐδὲν εἶδος τῶν μελλόντων ἔγνωσαν,

ἐξ αὐτῆς δὲ τῆς ἐμφάσεως ὀττευόμενοι τῶν πρέσβεων εἰς παντοδαπὰς οἰμωγὰς καὶ θρήνους ἐνέπιπτον. —

οἱ δὲ πάντες ἅμʼ ἀνακεκραγότες ἐξ αὐτῆς οἱονεὶ παρελύθησαν.

ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆθος, οὐκέτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν, ἀλλʼ οἱ μὲν ἐπὶ τοὺς πρεσβευτὰς ὥρμων, ὡς αἰτίους σφίσι τῶν κακῶν ὄντας τούτων,

οἱ δʼ ἐπὶ τοὺς κατειλημμένους τῶν Ἰταλικῶν καὶ ἐπὶ τούτους ἀπηρείσαντο τὸν θυμόν, οἱ δὲ πρὸς τὰς πύλας τῆς πόλεως —

Ἀμίλκας, ὁ καὶ Φαμέας, Καρχηδονίων στρατηγός, ὃς ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμικὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός. —

οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπεβάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ. —

τὰς προφυλακὰς βλέπων ὁ Φαμέας,