Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν ἀγωνίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ μέρος λόγους, τοιαύτης ὑποθέσεως ἐπειλημμένοι καὶ τηλικαύτης πράξεως·

ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν συγγραφέων, εἰς ἀμφότερα τὰ μέρη διατιθέμενοι τοὺς ἐνόντας λόγους.

ἐγὼ δὲ διότι μὲν οὐκ ἀποδοκιμάζω τοῦτο τὸ μέρος, ἐν πλείοσι τόποις τῆς ἱστορίας δῆλον πεποίημαι, πολλάκις ἀπηγγελκὼς δημηγορίας καὶ συντάξεις ἀνδρῶν πολιτικῶν·

ὅτι δʼ οὐκ ἐκ παντὸς τρόπου τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται συμφανές· οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν ῥᾴδιον οὔθʼ ὕλην πλείω καὶ παράθεσιν.