Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῷ μὲν γὰρ Ὀροφέρνει τὴν παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην.

ὅτι τῶν περὶ τὸν Ὁρτήσιον καὶ Αὐρογκολήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγγελμάτων,

καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον πᾶσαν βίαν ἐνεδείξατο καὶ παρανομίαν,

ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ Κόιντον Φάβιον Μάξιμον,

καὶ παραχρῆμʼ ἐξαπέστειλεν, ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον καὶ τὸν Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ πόλεμον ἀδικημάτων. —

ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον πρεσβευταὶ καὶ παρὰ Μασσαλιητῶν,

οἳ πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ τῶν Λιγυστίνων, τότε δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς τούτοις καὶ πολιορκουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ Νικαίας, ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς τά τε γινόμενα διασαφήσοντας καὶ δεησομένους σφίσι βοηθεῖν.

ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε τῷ συνεδρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν αὐτόπτας ἐσομένους τῶν γινομένων, ἅμα δὲ πειρασομένους λόγῳ διορθώσασθαι τῶν βαρβάρων τὴν ἄγνοιαν. —