Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διορθώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς προειρημένοις.

γραφεισῶν δʼ ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς.

καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων

ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἐν τῇ Ῥώμῃ τῶν ἐκ τῆς Ἀχαΐας πρεσβευτῶν εἰσελθόντων εἰς τὴν σύγκλητον περὶ τῶν ἀνακεκλημένων, ἔδοξε τῷ συνεδρίῳ μένειν ἐπὶ τῶν ὑποκειμένων. —

ὅτι ὁ Ἡρακλείδης ἔτι τῆς θερείας ἀκμαζούσης παρῆν εἰς τὴν Ῥώμην ἄγων τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον.

ποιούμενος δὲ τὴν παρεπιδημίαν μετὰ τερατείας ἅμα καὶ κακουργίας ἐνεχρόνιζε, κατασκευαζόμενος τὰ περὶ τὴν σύγκλητον. —

καὶ Ἀστυμήδης ὁ Ῥόδιος,

πρεσβευτὴς ἅμα καὶ ναύαρχος καθεσταμένος, παρελθὼν ἐξ αὐτῆς εἰς τὴν σύγκλητον διελέγετο περὶ τοῦ πολέμου τοῦ πρὸς Κρηταιεῖς.

ἡ δὲ σύγκλητος προσέχουσα τὸν νοῦν ἐπιμελῶς παραχρῆμα πρεσβευτὰς ἐξαπέστειλε τοὺς περὶ Κόιντον λύσοντας τὸν πόλεμον.