Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα.

ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν ἧττον ἅπαντας τοὺς προγεγραμμένους.

οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων.

οὗτοι μὲν οὖν πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθʼ αὑτοῦ, βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν αὑτοῦ παρανομίαν.

ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα δὲ τοῖς ἀνακεκλημένοις·