Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀπέλυσε δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρεσβύτερος Πτολεμαῖος.

καὶ τὰ μὲν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν.

ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον παρὰ τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν Κομανὸν καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ περὶ τὸν Μένυλλον τὸν Ἀλαβανδέα.

ὧν εἰσελθόντων εἰς τὴν σύγκλητον, καὶ πολλῶν λόγων γινομένων καὶ φιλαπεχθῶν κατὰ πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν περὶ Τίτον καὶ Γνάιον ἀπομαρτυρούντων καὶ συνεπισχυόντων τῷ νεωτέρῳ μετὰ πολλῆς σπουδῆς,

ἔδοξε τῇ συγκλήτῳ τοὺς περὶ Μένυλλον ἐν πένθʼ ἡμέραις ἀποτρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμμαχίαν ἀναιρεῖν τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν νεώτερον πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δεδογμένα τῇ συγκλήτῳ.

καὶ κατεστάθησαν Πόπλιος Ἀπούστιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς εἰς τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δεδογμένα μετὰ πολλῆς σπουδῆς.

ὁ δὲ Πτολεμαῖος ἐπαρθεὶς εὐθέως ἐξενολόγει καὶ ταῖς ἐπιβολαῖς ὅλος καὶ πᾶς ἦν περὶ τὴν Κύπρον.

καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.