Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον.

οἱ δὲ Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς τὴν Ῥώμην, δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς συμμαχίας.

οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας, πολλοὺς καὶ ποικίλους διατιθέμενοι λόγους. ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν,

ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησε, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὑτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν. —

ὅμοιοι γὰρ ἦσαν οἱ τὴν Περαίαν κατοικοῦντες τοῖς οἰκέταις τοῖς ἐκ τῶν δεσμῶν ἀνελπίστως λελυμένοις,

οἵτινες ἀπιστοῦντες τοῖς παροῦσι μείζω μὲν διαβαίνουσι τῆς κατὰ φύσιν κινήσεως, οὐ δοκοῦσι δὲ γινώσκεσθαι παρὰ τοῖς ἀπαντῶσιν οὐδὲ συνορᾶσθαι διότι λέλυνται σαφῶς, ἐὰν μή τι παράλογον ποιῶσι καὶ τῶν ἄλλων ἐξηλλαγμένον.

ὁ δʼ αὐτὸς οὗτος βασιλεὺς ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπʼ αὐτοῦ ἐπὶ Δάφνης, ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν.

ἀρχὴν δʼ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν.

καθηγοῦντό τινες Ῥωμαϊκὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἁλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι· μεθʼ οὓς Μυσοὶ πεντακισχίλιοι.

συνεχεῖς δʼ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους.

ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες, οἷς ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τετταράκοντα.

τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δʼ ἄλλοι ἀργυροφάλαροι.