Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοιαύτης δʼ οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στρατίον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρʼ αὐτῷ πίστιν εἶχε,

τὰ μὲν ὑποδείξας, τὰ δʼ ἐντειλάμενος πᾶσαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν.

ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους· καὶ γὰρ ἦν ὁ ἄνθρωπος ἔχων τι νουνεχὲς καὶ πειστικόν·

μόγις δὲ καθίκετο τῆς προθέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου φορᾶς, θεὶς ὑπὸ τὴν ὄψιν ὅτι κατὰ μὲν τὸ παρὸν συμβασιλεύει τἀδελφῷ, τούτῳ διαφέρων ἐκείνου τῷ μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς, τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν,

εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης τῆς ἐλπίδος ὑπαρχούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν ἀσθένειαν αἰεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετάστασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδʼ εἰ βουληθείη δυναμένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν·

οὐδέπω γὰρ ἀναδεδειγμένος ἐτύγχανεν κατὰ φύσιν υἱὸς ὢν αὐτῷ τις ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν.

τὸ δὲ συνέχον, θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς. μεγάλην γὰρ δεῖν ἔχειν πᾶσι τοῖς θεοῖς χάριν,

εἰ συμπνεύσαντες καὶ μιᾷ γνώμῃ χρώμενοι δύναιντο τὸν ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων ἐφεστῶτα κίνδυνον.

εἰ δὲ νῦν εἰς στάσιν καὶ

διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ τῆς ἐν αὐτῇ δυναστείας.

ταῦτα δὴ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ Στρατίος ἔπεισε τὸν Ἄτταλον μένειν ἐπὶ τῶν ὑποκειμένων.