Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰ γὰρ λάβοιτʼ ἐν νῷ μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίητʼ ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα.

πεντηκοστῷ γὰρ ἔτει πρότερον οἴεσθʼ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προύλεγε τὸ μέλλον, πιστεῦσαί ποτʼ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν μὲν οὐδʼ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδʼ ὄνομα πρότερον ἦν γνώριμον

. ἀλλʼ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος τύχη καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δείκνυσι πᾶσιν ἀνθρώποις,

Μακεδόνας εἰς τὴν Περσῶν εὐδαιμονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα τἀγαθὰ κέχρηκεν, ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν.

" ὃ νῦν γέγονε κατὰ Περσέα. ταῦτα μὲν οὖν Δημήτριος ὡσανεὶ θείῳ τινὶ στόματι περὶ τοῦ μέλλοντος ἀποπεφοίβακεν.

ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπιστὰς τοῖς καιροῖς καθʼ οὓς συνέβη καταλυθῆναι τὴν Μακεδόνων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν, ἅτε γεγονὼς αὐτόπτης τῆς πράξεως, ἀλλʼ αὐτός τε τὸν πρέποντα λόγον ἐπιφθέγξασθαι καὶ Δημητρίου μνησθῆναι·

δοκεῖ γάρ μοι θειοτέραν ἢ κατʼ ἄνθρωπον τὴν ἀπόφασιν ποιήσασθαι σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων.

ὅτι Εὐμένης ὁ βασιλεὺς τῆς Περσέως καὶ Ῥωμαίων μάχης συντετελεσμένης εἰς παράλογον ἐνέπεσε διάθεσιν, ὡς οἱ πολλοί φασιν, ὡς δὲ τἀνθρώπινα πράγματα φύσιν ἔχει γίνεσθαι κατὰ τὸ πλεῖστον, εἴς τι τῶν εἰωθότων συμβαίνειν·

ἱκανὴ γὰρ ἡ τύχη τοῖς παρὰ λόγον τὰ κατὰ λόγον ἐπιτρῖψαι, κἄν τινι συνεργήσῃ καὶ προσθῆται τὴν αὑτῆς ῥοπήν, αὖθις οἷον ἐκ μεταμελείας ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορθώματα παρὰ πόδας.

ὃ καὶ τότε περὶ τὸν Εὐμένη γενέσθαι συνέπεσε·

δόξας γὰρ μάλιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπιφέρειν ῥᾳστώνην τὸν ἑξῆς χρόνον, ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως συνεξαναστάντων τοῖς καιροῖς.