Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν ἐν ὀνομασίαις ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι· τὸ γὰρ μέγεθος τῆς πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι·

πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ κέρδους τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες· τοῦτο γὰρ οὐ παραιτούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα. —

ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Γένθιόν φησι τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε αἰεὶ καὶ μεθʼ ἡμέραν μεθύοντα·

ἀποκτείναντα δὲ καὶ Πλάτορα τὸν ἀδελφόν, γαμεῖν μέλλοντα τὴν Μονουνίου θυγατέρα, αὐτὸν γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις. —