Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἵ γε μὴν περὶ τὸν Ἁγέπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν.

γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως.

οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρʼ αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον.

ὅτε δὲ καὶ τὸν Ἁγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατʼ ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον,

τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους.

ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ.

ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἦν καὶ πρακτικὸς καὶ μεγαλεπίβολος καὶ τοῦ τῆς βασιλείας προσχήματος ἄξιος, πλὴν τῶν κατὰ τὸ Πηλούσιον στρατηγημάτων. —