Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως.

καίπερ γὰρ πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον.

ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον,

παρασπονδήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δʼ ὑπάρχοντα διήρπασαν, τὰς δὲ γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. —

ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρʼ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν.

ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπουδήν.

ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν. —

ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας αἰεὶ μᾶλλον ἐπέτεινεν.

προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασι, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν,

οἱ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ.

τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους.

κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας Ἁγησίλοχος Ἁγησίου,

Νικαγόρας, Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἁγέπολις,

ἀρίστων, Πασικράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ τῆς πόλεως,