Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὑπαρχούσης γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε, τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέοντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ καὶ διεκώλυσαν Ῥόδιοι,

μικροῖς δʼ ἀνώτερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποιεῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπʼ Εὐμένει ταττομένων·

ἐκ πάντων δὴ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ λεγόμενον κατὰ τοῦ βασιλέως.

διὸ ταύτης ἐπιλαβόμενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν, ἀλλὰ παρʼ Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσάπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγκαίας.