Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρʼ αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι, παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων.

τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρημένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πόλεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστήματι.

πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν.

εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατʼ ἰδίαν ἑκάστους.

πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων — ταῦτα δʼ ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν πρὸς τὴν Μακεδόνων οἰκίαν —