Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα συμβαῖνον περὶ τοὺς ὄχλους·

εἰ γάρ τις ἐπιστήσας αὐτοὺς ἤρετο μετὰ παρρησίας εἰ βούλοιντʼ ἂν εἰς ἕνα πεσεῖν τὴν τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω συννοήσαντας παλινῳδίαν ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον·

εἰ δὲ καὶ βραχέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν ἂν παρὰ πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι.

πλὴν τότε γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκφανὴς ἦν ἡ τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλομένοις, ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου πέφηνέ τις ἱκανὸς ἀνταγωνιστὴς Ῥωμαίοις.

περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχαριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε διάθεσιν, ἀγνοῶν τὰ φύσει παρεπόμενα τοῖς ἀνθρώποις. —

Κέστρος. ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ τὸν Περσικὸν πόλεμον.

τὸ δὲ βέλος τοιοῦτον· διπάλαιστον ἦν, ἴσον ἔχον τὸν αὐλίσκον τῇ προβολῇ. τούτῳ ξύλον ἐνήρμοστο τῷ μὲν μήκει σπιθαμιαῖον,

τῷ δὲ πάχει δακτυλιαίαν ἔχον τὴν διάμετρον.

εἰς δὲ τούτου τὸ μέσον ἐσφήνωτο πτερύγια τρία ξύλινα, βραχέα παντελῶς.

τοῦτο, δυεῖν κώλων ἀνίσων ὑπαρχόντων τῆς σφενδόνης, εἰς τὸ μέσον ἐνηγκυλίζετο τῶν κώλων εὐλύτως.

λοιπὸν ἐν μὲν τῇ περιαγωγῇ τεταμένων τούτων ἔμενεν· ὅτε δὲ παραλυθείη θάτερον τῶν κώλων κατὰ τὴν ἄφεσιν, ἐκπῖπτον ἐκ τῆς ἀγκύλης καθαπερεὶ

μολυβδὶς ἐκ τῆς σφενδόνης ἐφέρετο καὶ προσπῖπτον μετὰ βιαίας πληγῆς κακῶς διετίθει τοὺς συγκυρήσαντας. —

ὅτι ὁ Κότυς ἦν ἀνὴρ καὶ κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων, ἔτι δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ· καὶ γὰρ νήπτης ὑπῆρχε καὶ πρᾳότητα καὶ βάθος ὑπέφαινεν ἐλευθέριον.