Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδʼ ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὑτῶν χάριν.

οὐ μὴν ἀλλʼ ὁ μὲν Φίλιππος ἐπεκρύπτετο τὴν ἐπὶ τούτοις δυσαρέστησιν, ὁ δὲ Περσεύς, οὐ μόνον ἐν τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, ἀλλὰ καὶ περὶ τἄλλα πάντα καθυστερῶν καὶ τῇ φύσει καὶ τῇ κατασκευῇ, δυσχερῶς ἔφερε·

τὸ δὲ συνέχον, ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ διὰ τὰς προειρημένας αἰτίας.