Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην αὐτῶν πραχθεῖσαν στρατοπεδευόντων περὶ τὴν Ἄγκυραν πόλιν, καὶ τοῦ Γναΐου τοῦ στρατηγοῦ προάγειν εἰς τοὔμπροσθεν μέλλοντος,

παραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων, ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων· ἥξειν δὲ καὶ τοὺς παρʼ αὑτῶν βασιλεῖς κοινολογησομένους ὑπὲρ τῶν διαλύσεων.

τοῦ δὲ Γναΐου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συνταχθὲν μετὰ πεντακοσίων ἱππέων, τότε μὲν οὐκ ἦλθον οἱ βασιλεῖς·

ἀνακεχωρηκότος δʼ αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσιν κοινολογησομένους ὑπὲρ τῶν ὅλων.

ὁ δὲ Γνάιος κατανεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπέστειλεν μετὰ τριακοσίων ἱππέων.

οἱ δὲ τῶν Γαλατῶν πρέσβεις ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δʼ ἐπιθεῖναι τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων οὐκ ἔφασαν εἶναι δυνατόν·

τοὺς δὲ βασιλεῖς τῇ κατὰ πόδας ἥξειν διωρίζοντο, συνθησομένους καὶ πέρας ἐπιθήσοντας, εἰ καὶ Γνάιος ὁ στρατηγὸς ἔλθοι πρὸς αὐτούς.

τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν.

ἐποιοῦντο δὲ τὰς ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σωμάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερθέσθαι πέραν Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον· εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι.

ταῦτα δὲ προθέμενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν τῶν Ῥωμαίων, ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους.

ὁ δὲ Γνάιος διακούσας τῶν περὶ τὸν Ἄτταλον καὶ πεισθεὶς ἥξειν τοὺς βασιλεῖς, ἐξῆλθεν, καθάπερ εἰώθει, μετὰ πεντακοσίων ἱππέων.

συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπορευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔξοδον, ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν.

οὗ καὶ τότε γενομένου καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι καὶ τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι τὴν ἔξοδον.

ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν. —