Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Φολούιος πραξικοπήσας νυκτὸς κατέλαβε τὸ μέρος τῆς ἀκροπόλεως καὶ τοὺς Ῥωμαίους εἰσήγαγε. —

ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως εἴωθε συντρέχειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰσιν οἱ δυνάμενοι ταῦτα συνάγειν καὶ συναρμόζειν πρὸς ἄλληλα.

κατὰ μὲν γὰρ τὸ πολὺ πάντες ἴσμεν διότι τό τε καλὸν φεύγει τὴν τοῦ παραυτίκα λυσιτελοῦς φύσιν καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ.

πλὴν ὁ Φιλοποίμην προέθετο ταῦτα καὶ καθίκετο τῆς ἐπιβολῆς· καλὸν μὲν γὰρ τὸ κατάγειν τοὺς αἰχμαλώτους φυγάδας εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι τὴν τῶν Λακεδαιμονίων πόλιν, καταφονεύσαντα τοὺς δεδορυφορηκότας τῇ τῶν τυράννων δυναστείᾳ.

θεωρῶν δʼ ὅτι πάσης βασιλείας ἐπανορθώσεως αἴτια τὰ χρήματα γέγονεν, ἅτε φύσει νουνεχὴς ὢν καὶ στρατηγικός, περιεβα --- γένοιτο κομιδὴ τῶν ἔξω ποριζομένων χρημάτων.

ὅτι καθʼ ὃν καιρὸν ἐν τῇ Ῥώμῃ τὰ περὶ τὰς συνθήκας τὰς πρὸς Ἀντίοχον καὶ καθόλου περὶ τῆς Ἀσίας αἱ πρεσβεῖαι διεπράττοντο, κατὰ δὲ τὴν Ἑλλάδα τὸ τῶν Αἰτωλῶν ἔθνος ἐπολεμεῖτο, κατὰ τοῦτον συνέβη τὸν περὶ τὴν Ἀσίαν πρὸς τοὺς Γαλάτας πόλεμον ἐπιτελεσθῆναι, περὶ οὗ νῦν ἐνιστάμεθα τὴν διήγησιν. —

ὁ δὲ κατευδοκήσας τῷ νεανίσκῳ κατὰ τὴν ἀπάντησιν, τοῦτον ἀπέλυσε παραχρῆμʼ εἰς τὸ Πέργαμον. —

ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γεγονὼς καὶ δόλιος,

καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρομῆς, ἀλλὰ μετʼ ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνήμης. —

πλὴν συνεγγίζοντος Γναΐου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἑλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε, παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον.

καὶ ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων.

ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας.

γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς,

φάσκων οὐ μόνον ἀλλοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάντων τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν ῥώμην ὅλην εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς εἶναι καὶ κολάσεως.

οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέστησαν, ἠξίουν δʼ αὐτὸν εἰς λόγους ἐλθεῖν.