Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ προθέσει τῇ κατὰ τὴν ἀλήθειαν. τοῦτο δʼ εἶναι ῥᾴδιον καταμαθεῖν.

ἐρεῖν μὲν γὰρ αὐτούς, ἐπειδὰν εἰσπορευθῶσιν, διότι πάρεισιν οὔτε παρʼ ὑμῶν αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθʼ ἡμᾶς βλάπτειν θέλοντες κατʼ οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων. "

τοῦτο δʼ οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσουσιν ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις ἀκόλουθον.

ἡ μὲν οὖν διὰ τῶν λόγων φαντασία τοιαύτη τις αὐτῶν ἔσται· τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν ἐναντίαν ἔχοντα τούτοις εὑρεθήσεται διάθεσιν.

τῶν γὰρ πόλεων ἐλευθερωθεισῶν, ὡς αὐτοὶ παρακαλοῦσιν, τὴν μὲν τούτων συμβήσεται δύναμιν αὐξηθῆναι πολλαπλασίως, τὴν δʼ ἡμετέραν τρόπον τινὰ καταλυθῆναι.

τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς αὐτονομίας ἡμῖν μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον τοὺς νῦν ἐλευθερωθησομένους, ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν ὑποταττομένους, ἐπειδὰν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ γένησθε τῆς προαιρέσεως, τούτοις δὲ προσθήσει πάντας.

τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες γὰρ ἠλευθερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται σύμμαχοι τούτων, τῇ δʼ ἀληθείᾳ πᾶν ποιήσουσι τὸ κελευόμενον ἑτοίμως, τῇ μεγίστῃ χάριτι γεγονότες ὑπόχρεοι.

διόπερ, ὦ ἄνδρες, ἀξιοῦμεν ὑμᾶς τοῦτον τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε τοὺς μὲν παρὰ τὸ δέον αὔξοντες, τοὺς δʼ ἐλαττοῦντες τῶν φίλων ἀλόγως,

ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγονότας εὐεργετοῦντες, τοὺς δʼ ἀληθινοὺς φίλους παρορῶντες καὶ

κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, ὅτου δέοι, παντὸς ἂν παραχωρήσαιμι τοῖς πέλας ἀφιλονίκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτʼ ἂν οὐδενὶ τῶν ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν.

δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι φωνὴν ἐμοί.

καὶ γὰρ ἐκεῖνος, πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας, σχεδὸν πάντων τῶν [κατὰ] τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα νεμομένων, εὐγενέστατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας, οὐ μόνον κατὰ τὴν προαίρεσιν, ἀλλὰ καὶ κατὰ τὰς πράξεις.

πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε κινδύνους·

τέλος δʼ εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον, παρακαλῶν Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν.

ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύλαξα — ταύτην γὰρ οὐχ οἷόν τʼ ἦν ὑπερθέσθαι — τοῖς δὲ πράγμασιν ὑπερεθέμην.