Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάντων δὲ τῶν παρόντων δυσαρεστουμένων τῇ διαλύσει καὶ φασκόντων δεῖν τὸ κοινὸν ἐπίταγμα πρῶτον ποιεῖν — τοῦτο δʼ ἦν ἁπάσης ἐκχωρεῖν τῆς Ἑλλάδος — εἰ δὲ μή, διότι τὰ κατὰ μέρος μάταια γίνεται καὶ πρὸς οὐδέν,

θεωρῶν ὁ Φίλιππος τὴν ἐν αὐτοῖς ἀμφισβήτησιν καὶ δεδιὼς ἅμα τὰς κατηγορίας, ἠξίου τὸν Τίτον ὑπερθέσθαι τὴν σύνοδον εἰς τὴν αὔριον διὰ τὸ καὶ τὴν ὥραν εἰς ὀψὲ συγκλείειν· ἢ γὰρ πείσειν ἢ πεισθήσεσθαι τοῖς παρακαλουμένοις.

τοῦ δὲ συγχωρήσαντος, ταξάμενοι συμπορεύεσθαι πρὸς τὸν κατὰ Θρόνιον αἰγιαλόν, τότε μὲν ἐχωρίσθησαν, τῇ δʼ ὑστεραίᾳ πάντες ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ.

καὶ βραχέα διαλεχθεὶς ὁ Φίλιππος ἠξίου πάντας, μάλιστα δὲ τὸν Τίτον, μὴ διακόψαι τὴν διάλυσιν, τῶν γε δὴ πλείστων εἰς συμβατικὴν διάθεσιν ἠγμένων,

ἀλλʼ εἰ μὲν ἐνδέχεται διʼ αὑτῶν συμφώνους γενέσθαι περὶ τῶν ἀντιλεγομένων· εἰ δὲ μή, πρεσβεύσειν ἔφη πρὸς τὴν σύγκλητον, κἀκείνην πείσειν περὶ τῶν ἀμφισβητουμένων, ἢ ποιήσειν ὅ, τι ποτʼ ἂν ἐπιτάττῃ.

ταῦτα δʼ αὐτοῦ προτείνοντος, οἱ μὲν ἄλλοι πάντες ἔφασαν δεῖν πράττειν τὰ τοῦ πολέμου καὶ μὴ προσέχειν τοῖς ἀξιουμένοις.

ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς οὐκ ἀγνοεῖν μὲν οὐδʼ αὐτὸς ἔφη διότι τὸν Φίλιππον οὐκ εἰκός ἐστι ποιῆσαι τῶν παρακαλουμένων οὐδέν·

τῷ δʼ ἁπλῶς μηδὲν ἐμποδίζειν τὰς σφετέρας πράξεις τὴν αἰτουμένην χάριν ὑπὸ τοῦ βασιλέως ἐκποιεῖν ἔφη χαρίζεσθαι.

κυρωθῆναι μὲν γὰρ οὐδʼ ὣς εἶναι δυνατὸν οὐδὲν τῶν νῦν λεγομένων ἄνευ τῆς συγκλήτου, πρὸς δὲ τὸ λαβεῖν πεῖραν τῆς ἐκείνων γνώμης εὐφυῶς ἔχειν τὸν ἐπιφερόμενον καιρόν·

τῶν γὰρ στρατοπέδων οὐδʼ ὣς δυναμένων οὐδὲν πράττειν διὰ τὸν χειμῶνα, τοῦτον ἀποθέσθαι τὸν χρόνον εἰς τὸ προσανενεγκεῖν τῇ συγκλήτῳ περὶ τῶν προσπιπτόντων, οὐκ ἄθετον, ἀλλʼ οἰκεῖον εἶναι πᾶσι.