Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀπέβη τὸ τέλος· ἐγὼ δὲ κατὰ μὲν τὴν ἕκτην βύβλον ἐν ἐπαγγελίᾳ καταλιπὼν ὅτι λαβὼν τὸν ἁρμόζοντα καιρὸν σύγκρισιν ποιήσομαι τοῦ καθοπλισμοῦ Ῥωμαίων καὶ Μακεδόνων, ὁμοίως δὲ καὶ τῆς συντάξεως τῆς ἑκατέρων, τί διαφέρουσιν ἀλλήλων πρὸς τὸ χεῖρον καὶ τί πρὸς τὸ βέλτιον, νῦν ἐπʼ αὐτῶν τῶν πράξεων πειράσομαι τὴν ἐπαγγελίαν ἐπὶ τέλος ἀγαγεῖν.

ἐπεὶ γὰρ ἡ μὲν Μακεδόνων σύνταξις ἐν τοῖς πρὸ τοῦ χρόνοις, διʼ αὐτῶν τῶν ἔργων διδοῦσα τὴν πεῖραν, ἐκράτει τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν συντάξεων, ἡ δὲ Ῥωμαίων τῶν τε κατὰ τὴν Λιβύην καὶ τῶν κατὰ τὴν Εὐρώπην προσεσπερίων ἐθνῶν ἁπάντων,

ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις γέγονε τούτων τῶν τάξεων καὶ τῶν ἀνδρῶν πρὸς ἀλλήλους διάκρισις,

χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί συμβαίνει Ῥωμαίους ἐπικρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πόλεμον ἀγώνων,

ἵνα μὴ τύχην λέγοντες μόνον μακαρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλʼ εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαινῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους.

περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γεγονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν· οὐ γὰρ παρὰ τὸν καθοπλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περιέπιπτον τοῖς ἐλαττώμασι.

δῆλον δὲ τοῦτο πεποιήκαμεν ἡμεῖς ἐπʼ αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώνων.

μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου· προσγενομένου γὰρ στρατηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς προειρημένοις·

εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμάσας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥωμαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τούτοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον.

Πύρρος γε μὴν οὐ μόνον ὅπλοις, ἀλλὰ καὶ δυνάμεσιν Ἰταλικαῖς συγκέχρηται, τιθεὶς ἐναλλὰξ σημαίαν καὶ σπεῖραν φαλαγγιτικὴν ἐν τοῖς πρὸς Ῥωμαίους ἀγῶσιν.

ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐδύνατο νικᾶν, ἀλλʼ ἀεί πως ἀμφίδοξα τὰ τέλη τῶν κινδύνων αὐτοῖς ἀπέβαινε.

περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἦν προειπεῖν χάριν τοῦ μηδὲν ἀντεμφαίνειν ταῖς ἡμετέραις ἀποφάσεσιν· ἐπάνειμι δʼ ἐπὶ τὴν προκειμένην σύγκρισιν.